PG 97, col. 1161

νημα. ’ἰσχυρὸς ό καλῶν ο μὴ ἀσθενῶμεν τῇ γνώμῃ
πρὸς τὸν ὑπὲρ ἔννοιαν πλοῦτον, καὶ λογισμοῖς μι-
κρολογῶμεν περὶ τὰ ὁρώμενα. Τί τοῖς ὁρωμένοις
ἐγκαταμένομεν; Τί τῆς πατρῴας ὑπερορῶμεν
eam; Πόλις ἡμῶν καὶ πατρὶς, ή ἀνω Σιών· ἡ
τῶν ἁγίων μητρόπολις, τὸ τῶν πατριάρχῶν οἰκητή-
ριον, οῦ οὐκ ἔστι δάκνων ὄφις ἐφ’ ὁδοῦ ἐγκαθήμενος
πτέρναν, καὶ ἀπείργων τὴν εἴσοδον. Σιὼν, ἦς οἱ
πύργοι ἐπὶ τῶν χειρῶν Κυρίου πεπήγασιν ° ἧς αἱ
πύλαι γλύμμα, πρὸς τὴν ἐκεῖθεν εἰσάγουσαι τοὺς
εἰσιόντας μακαριότητα, ἦς τό τε εἶδος καὶ κάλλος
οἶδεν 6 κατασκευάσας Θεός. Περιουσία δὲτῶν πιυ
στῶν,ή ἀγήρως ζωὴ, τὸ ἀνεκλάλητον φῶς,ή ἀθάνατ
τος βασιλεία, τῶν ἀποκειμένων τοῖς ἀξίοις ἀγαθῶν
ή ἀντίδοσις· ἀ μήτε ὀφθαλμοῖς ὁρατὰ, μήτε καρ-
δίᾳ ληπτὰ, ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἡτοίμασεν 6
Θεός.
rum, quae neque videri oculis posSunt, nec corde comprehendi qua: Deus praeparavit iis qui dili-
gunt ipsum ιι- ο,
Μηδὲ τούτων ιάφῶμεν τήν εὑκληρίαν, ὅσοι τῷ
θεοποιῴ τεκνωθέντες βαπτίσματι, Θεοῦ πεφήναμεν
τέκνα. Θεοῦ τοῦ ἡμᾶς ἀγαπήσαντος καὶ δόντος
ἀντίλυτρον πάντων ἡμῶν, τὺνὲαυτοῦ Παίδα τὸν μο-
νογενῆ, καὶ συμφυῆ, καὶ ὁμόθρονον. Μὴ ἀθετῶμεν
τῆς υἱοθεσίας τὸ χάρισμα. Μὴ γενώμεθα δοῦλοι τῆς
ἁμαρτίας, ἐλευθερωθέντες ἐν πνεύματι. Μὴ φανῶμεν
δοῦλοι γαστρὸς ἡδονῆς, κόρῳ τὴν-ὓϐριν ἀντιλαμϐά-
νοντεςο μὴ τοῖς πάθεσι θύραν ἀνοίξωμεν, ἐξ ἧς ήμῖν
ιαί τοῦ θανάτου παλίρῥοιαι βρύουσι. Μὴ στῶμεν τῆς
ὲπὶ τὰ πρόσω φορᾶς, ἀλλ’ ἀεὶ τρέχωμεν, εἴ πως κατα-
λάϐωμεν, ἐπὶ τὺ βραϐεῖον τῆς ἀνω κλήσεως. Καλὸν
τῶν ὄπισθεν ἐπιλανθανομένους, τοῖς ἔμπροσθεν ἐπ-
εκτείνεσθαι. Καλὸν ἀκούειν Χριστοῦ λέγοντος· ι El!
τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν,
καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω
μοι. ι Καλὸν ἀκολουθεῖν τῷ Χριστῷ τὸν κόσμον
ὁδεύοντιο ι Δεῦτε πρός με, πάντες oi κοπιῶντες καὶ
πεφορτισμένοι, κάγὼ ἀναπαύσω ὑμᾶς. ι Χριστὸς
κελεύει, μή ἀντιτείνωμεν. Χριστὸς ὁ καλῶν, καὶ τίς
οὐκ ἀκούεται; Θεοῦ φωνή ἐστι διδάσκουσα, ι Ἐγώ
εἰμι τδ φῶς τοῦ κόσμου’ ὁ ἀκολουθῶν ἐμοὶ. οὐ μὴ
περιπατήσῃ ἐν. τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς
ζωῆς. ι Καί · ι Ἐγὼ φῶς είς τὸν κόσμον ἐλήλυθα. ι
Τούτου δὲ τί ποτ’ ἂν τοῦ φωτός ἐστιν ήμῖν οἰ-
κειότερον; Τὸ γὰρ ἀφεῖναι τὸ σκότος καὶ τῷ φωτὶ
κολληθῆναι, υἱὸν φωτὸς ἀληθῶς ποιείτδν φωτὶ προσ-
κολλώμενον. Τοῦτο 6‘s πῶς ἂν ἑτέρως γένοιτο, μὴ
οὐχὶ πάσης ὑπεροφθείσης ἡμῖν τῆς ἐν σκοτομήνῃ
τοξευούσης ἡμᾶς ζοφερᾶς ἀμαρτίας; Τοῦ δὲ τὸν
σταυρὸν αἴρειν καὶ. ἀκολουθεῖν τῷ Χριστῷ, τί ἂν
ἐναργέστερον γένοιτο σύμϐολον τοῦ καθ’ ἡμέραν
fflsamxrv, _§_;lCor. ιι, 9. ι» Philipp. tu, l5. ει
⁸ Joan. xtl,‘ 46. ⁷ ⁸ ⁸ ’ ’ν
Ριιτιιοι. Gn. XCVII. ς’

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.