PG 98, col. 560

κά σε, τέκνον, ἐγῶ. Ἐντρομος δὲ ;ενόμενος ἐ ἀρφι-
διάκονος λέγει αὐτῷ· Τέκνον Iρηγόριε, ἐὰν ἅπαξ
πάλιν καλέσῃ σε, ἀποκρίθητι αὐτῷ· Κύριε, τί ἔστι;
τί ἐπιτάττεις τῷ σῷ οἰκέτῃ; ἔἶτα πάλιν θέντος
ἑαυτὸν τοῦ παιδὸς, ἐπιστὰς πάλιν ὁ ἄγγελος ἐφώ-
νευσεν αὐτὸν ἐκ τρίτου λέγων· ρηγόριε I Ὁ a
ἀναστὰς μετὰ σπουδῆς εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε, τί
προστάττεις τῷ σῷ οἰκέτῃ; Ὁ δὲ λέγει αὐτῷ· Ἐπει-
δὴ ἐδεήθης τοῦ προσώπου τοῦ Θεοῦ τοῦ ἰδεῖν τὰ Ἰερο-
σόλυμα, καὶ ἐμβατεῦσαι τοὺς ἀγίους τόπους ἐκείνους,
καὶ νῦν ἔσῃ γινώσκων, ὅτι ἀφʼ ἑώθεν πορεύθητι ἐπὶ
τὸν αίγιαλὸν, καὶ εὐρήσεις τοὺς ἔχοντάς σε ἔως τοῦ
ἐκεῖσε διαπεράσαι.
2. Διυπνισθεὶς δὲ ὁ ρηγόριος καὶ περιχαρὴς
γενόμενος, ἅμα δὲ καὶ δοξάζων τὸν Θεὸν, μὴ ἀπι-
στήσας τῷ καλέσαντι αὐτὸν, ἀλλʼ εὐθέως ἐξελθὼν ἀπὸ
τοῦ κελλίου, ἀφεὶς τὸν ἀρχιδιάκονον κοιμώμενον, μη-
δενὸς αὐτὸν ἰδόντος, δρομαίως κατῆλθεν εἰς τὴν θά-
λασσαν· καὶ ἐλθὼν εἰς τὸν ποταμὸν εἰς τὸν περὶ πόλιν,
κατὰ συγκυρίαν αὐτῇ τῇ ῶρᾳ κατέλαβεν ἐπὶ τὸν
αἰγιαλὸν πλοῖον θέλοντας εἰσελθεῖν εἰς τὸν ποταμὸν,ʼ
καὶ ἀντλῆσαι αὐτοῖς ὕδωρ· τοῦτο δὲ λέγω κατ οἰκονο-
μίαν Θεοῦ γεγονέναι. Ἐγγίσας δὲ τῷ πλοίῳ ὁ ρη-
γόριος λέγει· Χαίρετε, ἀδελφοὶ, ἐν Κυρίῳ πάντες.
Λέγουσιν αὐτῷ οἱ τοῦ πλοίου· Χαίροις καὶ σύ· καλῶς
ἦλθες, ἀδελφέ. Ὁ δέ φησιν πρὸς αὐτούς· Ποῦ τὴν
πορείαν ὑμῶν ποιεῖσθε, κύριοί μου;θἱδὲ πρὸς αὐτόν·
Ἐὰν ὁ Κύριος κελεύει, ἐν τῇ Καρθαγεννησέων πόλει
ἀπερχόμεθα. Ὁ δὲ πρὸς αὐτούς· Λάβετέ με μεθʼ
ὑμῶν, ἀδελφοί. Ὁ δὲ ναύκληρος τοῦ πλοίου πρὸς
αὐτόν· ΔΜὴ ἄρα γε δοῦλος εἶ, ἄνθρωπε, καὶ τοῦ
κυρίου σου ἀποδρᾶσαι βούλῃ; Ὁ δὲ ρηγόριος λέ-
γει· Δοῦλος μέν εἰμι Χριστοῦ, ἀνθρώπωυ δὲ οὐδα-
μῶς. Λέγει αὐτῷ ὁ ναύκληρος· Ὁστις ἐὰν εἶ, εἴσελθε
μεθʼ ἡμῶν, καὶ ἀπάγομέν σε ὄπου βούλει. Ταῦτα δὲ
λέγων ὁ ναύκληρος στοχαζόμενός τινα κατʼ ἄνθρω-
πον, ὡς ἐμοὶ δοκεῖ, βουλόμενος αὐτὸν πιπράσαι.
IΕ. ΕΕἶτα ἀνελθὼν ἐν τῷ πλοίῳ ὁ ρηγόριος, καὶ
λοιπὸν οἱ τοῦ πλοίου τὰ τῆς χρείας εἰσαγαγόντες,
αὐτῇ τῇ ὥρᾳ ἐγένετο ἄνεμος ἐπιτήδειος, καὶ ααθόν-
τες ἐκ τοῦ ποταμοῦ μετὰ τρεῖς ἡμέρας κατέλαβον
τὴν Καρθαγεννησέων πλιν. Ὡς δὲ ἔπλεον ἐν τῇ θσ-
λάσσῃ, ἐώρα ὁ υαύκληρος τὸν Γρηγόριον ἀνενδότως
προσευχόμενον καὶ ἀγρυπνοῦντα, ψάλλοντά τε ἀδια-
λείπτως, καὶ ἐξέστη λέγων ἐν ἐαυτῷ· Ἀληθῶς.
παῖς οὗτος τοῦ Θεοῦ ἄνθρωπός ἐστιν. Ἀλλὰ συγχώ-
ρησόν μοι, Κύριε, ἐπὶ τῇ παρανόμῳ μου ἐνθυμήσει,
ἢ ἐνεθυμήθην κατὰ τοῦ δικαίου παιδὸς τούτου. Κατα-
λαβόντων δὲ αὐτῶν ἐν τῇ πόλει, εἰσήγαγεν αὐτὸν
ἐν τῷ οἴκῳ αὐτοῦ ὁ ναύκληρος, καὶ ἀνέπαυσεν
αὐτὸν ἐν κελλίῳ τινὶ ὄντι ἐν ἡσύχῳ καὶ διαφόρῳ
τόπῳ, καὶ παρεκάλει αὐτὸν ὁ ναύκληρος εὕχεσθαι
ὐπὲρ αὐτοῦ ἐπὶ τῷ ἐνθυμήματι, ὅ ἐνεθυμήθη κατʼ
αὐτοῦ. Ἐβούλετο γὰρ ὁ ναύκληρος πωλὴσαι τὸν
πσῖδα· ὡμολόγησέν τε αὐτῷ καὶ οὐκ ἠρνήσατο τὴν
αἰτίαν, διʼ ἦ: αὐτὸν ταχέος εἰσήγαγεν ἐν τῷ πλοιῳ.
Ὁ δὲ Γρηγόριος μετὰ δακρύων ἀποκριθεὶς λέγει
τῷ ναυκλήρῳ· Καλῶς ποιεῖς, κύριέ μου, ὅτι μμετ-
γέγρανται γάρ·
ενόησας ἐπὶ τῷ ἐνθυμήματί σου··

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.