PG 98, col. 764

καὶ φαινομένων ὁπωσοῦν ὲνδιαόἇιλλειν προσῆκεν.
Ἀλλά καὶ τοὺς τὰς γεωργικὰς ἐπιμελείας καί γη-
πονίας καὶ φιλεργίας ἐσχηκότας ἀνθρώπους παν
λαιούς τε καὶ νέους κατασεμνυνομένους εὑρίσκο-
μεν ὑπὸ τῆς Θείας Γραφῆς σ ὠς ἔμπαλιν τοῦς ἀμιιςιι
λείς καὶ ἀργοὺς καὶ ῥᾳθύμους μέμψεσι πολλαῖς καθ-
υποδεὸλημένους. Ἐπειδὴ καὶ κατ’ ἀρχὰς ἡνίκα τὸν
γεννάρχην ἔπλασεν ό Θεὸς, ὲν τῷ παραδείσῳ ἔθετο,
ι Ἐργάζεσθαιαύτὸν καὶ φυλάσσειν. ι Γέγραπται
δὲ καὶ περὶτοῦ Ἰσαὰκ, ὡς ι Ἐσπειρεν ὲν τῇ γῇ
ἐκείνῃ, καὶ εὗρε τῷ ἐνιαυτῷ ἐκείνῳ έκαστοστεύουσαν
κριθὴν · ι καὶ μακρὸν ἂν εἴη καὶ φορτικὸν τὰς περὶ
τῶν τοιούτων μαρτυρίας ἀνελίττειν καὶ φάσκειν.
Δῆλον γάρ ἐστι πᾶσι καὶ τά κατ’ ἐναντίωσιν είς
μέμψιν εἰρημένα τῶν ἀέργων καὶ ὀκνηρὼν, δι’ ὧν
φησι ο ι Ὀδοὶ ἀέργων ἐστρωμέναι ἀκάνθαις ο ι καὶ
πάλιν, ι Ἴθι πρὸς τὸν μύρμηκα, ὧ ὀκνηρέ, καὶ
ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφὼο
τερος ° ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ
τὸν ἀναγκάζοντα ἔχων, ὑπὸ δεσπότην ὢν, ἑτοιμάζε-
ται θέρους τὴν τροφὴν , πολλὴν δὲ ἐν τῷ ἀμητῷ
ποιεῖται τὴν παράθεσιν. Ἦ πορεύθητι πρὸς τὴν
μέλισσαν, καὶ μάθε ὡς ἐργάτις ἐστὶ, τήν τε ἔργα-
σίαν ὡς σεμνὴν ποιεῖται, ἧς τοὺς πόνους βασιλεῖς
καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται. ν '0 δὲ μέγας
καὶ χρυσόστομος Παῦλος παρακελεύεται, μηδὲ τί)
σύνολον τοὺς ἀργοὺς καὶ ῥᾳθύμους ἐσθίειν. Πῶς οὖν
δυνάμεθα νοεῖν ἢ τά ὲν τοῖς οὖσι φαινόμενα ματαιό‹
τητα ματαιοτήτων, ἢ τὸ ἐπαγόμενον ῥητὸν καὶ φά-
σκον, ι Τίς περίσσεια τῷ ἀνθρώπῳ ὲν παντὶ μόχθῳ
αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τδν ἣλιον , ι τάς περὶ τὴν
γῆν ἐργασίας δηλοῦν ; ἐξ ὧν εὓρηται μᾶλλον ὁ φιν
λόκαλος καὶ σπουδαῖος καὶ θεοφιλὴς ἄνθρωπος δια
τῆς τοιαύτης ἐπιμελείας καὶ φιλοπονίας, καὶ πτω-
χοὺς διατρέφων. καὶ ξένους φιλοφρονούμενος, καὶ
τὰ ἀλλα τὰ ἀνδάνοντα τῷ Θεῷ δρῶν.
Εί γὰρ μὴ διὰ τῶν ἰδίων ἱδρώτων καὶ μόχθων πορίο
σοιτό τις ἑαυτῷ τὴν αὐτάρκειαν, ὡς εύπορεῖνκαὶ τοῖς
ἐνδεέσι κιχρᾷν, ποῦ πληρωθήσεται, καὶ περὶ τίνος,
ῥηθήσεται τὸ φάσκον ῥητὸν , ι Ἐσκόρπισεν, ἔδωκε τοῖς
πένησιν · ήδικαιοσύνη αὐτοῦ μένει είςτὺν.αἰῶνα τοῦ
αἰιῖνοςς ι Τοιγαροῦν οὐδὲν τῷ Ἑκκλησιαστῇ πρόκειο
ται τοιοῦτον εἰπεῖν · ἀλλά μηδεμίαν περίσσειαν ἔχειν
τὸν ἄνθρωπον λέγειν σαφῶς ὑποληπτέον ἐπὶ πάσαις
ταῖς καθ’ ἡδονὴν διαϐεϐλημένην πράξεσι, καὶ σωματιο
, κὴν καὶ σαρκικὴν εὐπάθειαν καὶ πονηράν ἀπόλαυ⁹
σιν, καὶ τὰς ἐπὶ ταῖς ἀνθρωπίναις καὶ παρερχομέ-
ναις δόξαις ἐπιθυμίας, καὶ μερίμνας καὶ θητείας
καὶ κακουχίας ο ὧν οὐ μόνον οὐδὲν ἀπώναντο τὸ
παράπαν, ἀλλὰ πολλάκις καὶ νοσημάτων ἐσμὸν, και
φυσικῆς ἀλκῆς στέρησιν εὗρον · καὶ πρὸς πέρας
pigrorum quasi sepesispinaruin:
ἶὸθγριίινηιιηβη sedapnd LXX legitur, Καὶ ζή-
λωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.