PL 129, col. 603

Collectanea (Anastasius bibliothecarius; Auctores varii), J. P. Migne

justo judicio suo deleverit eum de libro viventium.
Similiter autem et novus praesul, ut comperimus,
Pyrrhum et praedecessores ejus, beatos Patres et
sanctos vocavit. Ut ergo scientes, dilecti, quia terribilem
judicem habemus, qui venturus est judicare
cogitationes et actus nostros, et exquirere rectam
fidem suam, sapientiam fortem et stabilem, sicuti
suscepimus in Domino teneamus cum patientia

ΕΞΗΓΗΣΙΣ ΤΗΣ ΚΙΝΗΣΕΩΣ Γενομένης μεταξὺ τοῦ κυροῦ ἀββᾶ Μαξίμου, καὶ τῶν σὺν αὐτῷ, καὶ τῶν ἀρχόντων, καὶ Σεκρέτου.

Τῇ ἡμέρᾳ ᾗ προσωρμίσθησαν ταύτῃ τῇ βασιλευούσῃ
πόλει, ὅ, τε κύριος Μάξιμος, καὶ οἱ σὺν αὐτῷ περὶ
δυσμὰς ἡλίου ἠλθόντες δύο μανδάτωρες μετὰ δέκα
ἐκσκουβιτώρων, ἐπῇραν αὐτοὺς ἐκ τοῦ πλοίου γυμνοὺς
καὶ ἀνυποδέτους. Καὶ μερίσαντες αὐτοὺς ἀπ' ἀλλήλων,
ἐφύλαξαν εἰς διάφορα ἐκσκούβιτα, καὶ μεθ' ἡμέρας τινὰς
ἀναφέρουσιν αὐτοὺς ἐν τῷ παλατίῷ, καὶ εἰσάγουσι τὸν
γέροντα, ἐν ᾧ τόπῳ συνήχθη ἡ σύγκλητος, καὶ πολὺς
ἀλλος ὄχλος; καὶ παριστῶσιν αὐτὸν μέσον τῶν ἀρχόντων
καθημένων. Καὶ λέγει αὐτῷ ὁ σακελλάριος μετ'
ὀργῆς πολλῆς καὶ μανίας; Χριστιανὸς εἶ; καὶ εἶπε, χάριτι
Χριστοῦ τοῦ Θεοῦ τῶν ὅλων, χριστιανός εἱμὶ.

Καὶ λέγει ἐκεῖνος, οὐκ ἔστιν ἀληθές. Ἀπεκρίθη ὀ δοῦλος
τοῦ Θεοῦ· Σὺ λέγεις, οὐκ εἰμι, ἀλλ' ὁ Θεὸς λέγει εἷναί
με, καὶ διαμένειν χριστιανόν. Καὶ πῶς, φησίν, εἴπερ
χριστιανὸς εἶ, μισεῖς τὸν βασιλέα; Ἀποκριθείς ὁ τοῦ
Θεοῦ δοῦλος, ἔφη· Καὶ πόθεν δῆλον; τὸ γὰρ μῖσος,
ψυχῆς ἐστί κεκρυμμένη διάθεσις, ὤσπερ οὖν καὶ ἡ
ἀγάπη. Καὶ λέγει αὐτῷ Ἐξ ᾧν ἐποίησας, πᾶσιν ἐγένου
φανερὸς, ὃτι μισεῖς τὸν βασιλέα, καὶ τὴν πολιτείαν
αὐτοῦ, σὺ γὰρ μόνος Αἴγυπτον, καὶ Ἀλεξάνδριαν, καὶ
Πεντάπολιν, καὶ Τρίπολιν, καὶ Ἀφρικὴν Σαρακηνοῖς παρέδωκας.
Καὶ τίς τούτων ἀπόδειξις, ἔφη; Καὶ παραφέρουσιν
Ἰωάννην τὸν γενόμενον σακελλάριον Πέτρου τοῦ γενομένου
στρατηγοῦ Νουμηδίας τῆς Ἀφρικῆς λέγοντα, ὅτι
πρὸ εἰκοσιδύο ἐτῶν ὁ πάππος τοῦ δεσπότου ἐκέλευσε
τῷ μακαρίῳ Πέτρῳ λαβεῖν στρατὸν, καὶ ἀπελθεῖν εἰς

Αἴγυπτον κατὰ τῶν Σαρακηνῶν, καὶ ἔγραψέ σοι ὡς πρὸς
δοῦλον τοῦ Θεοῦ λαλῶν, πληροφορίαν ἔχων εἰς σὲ ὡς
ἅγιον ἄνθρωπον, εἰ συμβουλεύεις αὐτῷ ἀπελθεῖν. Καὶ
ἀντέγραψας αὐτῷ, λέγων, μηδὲν τοιοῦτο ποιῆσαι,
ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς ἐπὶ τῆς βασιλείας Ἠρακλείου,
καὶ τοῦ γένους αὐτοῦ, συμπραχθῆναι τὴν πολιτίαν
τῶν Ῥωμαίων. Λέγει ὁ δοῦλος τοῦ Θεοῦ· Ἐὰν ἀληθεύῃ,
πάντως ἔχεις καὶ τὴν πρὸς ἐμὲ Πέτρου, καὶ τὴν ἐμὴν
πρὸς αὐτὸν ἐπιστολὴν; παρενεχθῶσι, καὶ ὑπόκειμαι
ταῖς δοκούσαις τῷ νόμῷ ποιναῖς. Καὶ λέγει; Ἐγὼ οὐκ
ἔχω ἐπιστολὴν, ἀλλ' οὔτε οἶδα, εἰ ὅλως ἔγαψέ σοι.
Ἀλλ' ἐν τῷ φοσάτῳ ταῦτα κατ' ἐκεῖνον ἐλάλουν πάντες
τὸν καιρόν. Λέγει πρὸς αὐτὸν ὁ τοῦ Θεοῦ δοῦλος· Εἰ
τὸ φοσᾶτον ὅλον τοῦτο διελάλει, πῶς σὺ μόνος τοῦτο
συκοφαντεῖς με; θεώρησάς με πότε, ἣ ἐγώ σε. Καὶ

λέγει, οὐδέποτε. Τότε στραφεὶς πρὸς τὴν σύγκλητον ὁ
τοῦ Θεοῦ δοῦλος, εἰπεν· Εἰ δίκαιόν ἐστι τοιούτους παρακομίζεσθαι
κατηγόρους, ἢ μάρτυρας, κρίνατε; « ᾧ γὰρ
κρίματι κρίνετε, κριθήσεσθέ, καὶ οἵῳ μέτρῳ μετρεῖτε,
μετρηθήσεσθέ, φησιν ὁ τῶν ὅλων Θεός. »

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.