PL 23, col. 604

De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne

In English: Jerome. Lives of Illustrious Men pref

καὶ ὅπερ ἐκεῖνος ἀπαριθμούμενος τοὺς περιφανεῖς ἄνδρας,
τοὺς τὰ ἐθνικὰ συντάξαντας πεποίηκε, κᾀγὼ ἐν τοῖς ἡμετέροις
ποιήσω, τοῦτ' ἐστιν, ἀπὸ τοῦ πάθους τοῦ Σωτῆρος
ἄχρι τεσσαρεσκαιδεκάτου ἔτους Θεοδοσίου τοῦ βασιλέως,
πάντας τοὺς ἐκ τῶν θείων γραφῶν συγγραψαμένους
τε, καὶ τῇ μνήμῃ παραδεδωκότας, διὰ βραχέων
φανερώσω. Πεποιήκασι μὲν οὖν τοῦτο αὐτὸ, παρὰ τοῖς
ἕλλησιν, Ἕρμιππος περιπατητικὸς, Ἀντίγονος Καρύστιος,
Σάτυρος ἀνὴρ πολυμαθὴς, καὶ πολλῶν πάνυ διδασκαλικώτερος,
Ἀριστόξενος μουσικός. Παρὰ δὲ τοῖς Ῥωμαίοις
Βάῤῥων, Σάντρας, Νέπως, Ὑγῖνος, καὶ οὗ εἰς ὑπόδειγμα
ἡμᾶς προκαλεῖσθαι βούλει, Τράγκυλλος. Ἀλλ' οὐκ ἔστιν
ἐμοῦ κᾀκείνων ὁμοία ἡ αἵρεσις. Ἐκεῖνοι μὲν γὰρ, παλαιὰς
ἱστορίας καὶ τὰ ἑκάστου ἔτους ἀνακυλίοντες συντάγματα,
ἐδυνήθησαν ὡσανεί ἐκ μεγάλου λειμῶνος, ἐλάχιστον γοῦν

τοῦ οἰκείου ἔργου στέφανον πλέξαι. Ἐγὼ δὲ τί διαπράξομαι,
ἡγουμένῳ ἑπόμενος οὐδενὶ, ἀλλ' ἐμαυτὸν κάκιστον,
ὡς ὁ λόγος φησὶ, διδάσκαλον ἔχων; Εἰ καὶ τὰ μάλιστα
Εὐσέβιος ὁ Παμφίλου εἰς δέκα τῆς ἐκκλησιαστικῆς ἱστορίας
βίβλους μεγίστην ἡμῖν παρέσχετο βοήθειαν, καὶ τὰ
ἑκάστου, περὶ ὧν συγγράφειν μέλλομεν, τεύχη, ὑπὲρ
τῶν οἰκείων τὴν μαρτυρίαν παρέξουσι χρόνων. Τοιγαροῦν
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δέομαι, ἵν' ὅπερ ὁ σὸς
Κικέρων, ὁ ἐν τῷ ἄκρῳ τῆς ῥωμαϊκῆς εὐγλωττίας ἱστάμενος,
ποιῆσαι οὐκ ἀπηξίωσεν, 824 εἰς Βροῦτον, τὸν τῶν
ῥητόρων τῇ ῥωμαϊκῇ γλώττῃ συντάττων κατάλογον,
τοῦτο ἐγὼ ἐν τῷ ἀπαριθμήσασθαι τοὺς συγγραφέας τῆς
αὐτοῦ ἐκκλησίας, ἐκπληρώσω διὰ τῆς σῆς προτροπῆς.
Εἰ δέ τινες ἐκ τῶν ἄχρι τήμερον συγγεγραμμένων παρ'
ἐμοῦ ἐν τῷδε τῷ τεύχει παρελείφθησαν, ἑαυτοῖς μᾶλλον

ἢ μοὶ ἐπιγραφέτωσαν. Οὐδὲ γὰρ ἀποκρυπτόντων αὐτῶν
τὰ ἴδια συγγράμματα, γνῶναι ἐδυνήθην οἷς οὐκ ἐνέτυχον,
καὶ ὅπερ ἄλλοις ἐσθ' ὅτε γνωστὸν τυγχάνει, ἐμοὶ ἐν τῇ
τοῦ κόσμου τοῦτου γωνίᾳ ἄγνωστον ὑπῆρξεν. Ὅμως ὅταν
κατάδηλοι διὰ τῶν οἰκείων γένωνται συγγραμμάτων, οὐχ
ὡς τὰ μέγιστα βλαβέντες τὴν ἡμετέραν ἐπιστενάξουσι
σιωπήν. Μαθέτωσαν τοιγαροῦν Κέλσος, Πορφύριος, Ἰουλιανὸς
οἱ λυσσώδεις κατὰ Χριστοῦ κύνες, μαθέτωσαν οἱ
τούτων ἀκόλουθοι, οἱ νομίζοντες τὴν Ἐκκλησίαν μήτε φιλοσόφους
καὶ εὐφραδεῖς, μήτε τινὰς ἐσχηκέναι διδασκάλους,
ὅσοι καὶ πηλίκοι ἄνδρες ταύτην θεμελιώσαντες ᾠκοδόμησάν
τε καὶ διεκόσμησαν, καὶ παύσωνται τὴν ἡμετέραν
πίστιν ἀγροικῆς μόνον εὐθύνειν ἁπλότητος, οἰκείαν μᾶλλον
ἀμαθίαν ἐπιγνωσόμενοι.
INCIPIUNT CAPITULA LIBRI [ Al. tacet Libri].

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.