PL 23, col. 634
De viris illustribus (Hieronymus Stridonensis), J. P. Migne
In English: Jerome. Lives of Illustrious Men 15 · Jerome. Lives of Illustrious Men 16
θαυμαστὴν, ἥτις ἐν φανεροῖς τόποις δημοσίᾳ ἀναγινώσκεται,
τῷ χαρακτῆρι τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς
Παῦλου συνᾴδουσα οὐ μόνον νοήμασιν, ἀλλὰ καὶ λόγοις.
Καὶ ἁπλῶς μεγίστη ἐστὶν ἐν ἑκατέρᾳ ὁμοίωσις. Φέρεται
καὶ ἑτέρα ἐξ ὀνόματος αὐτοῦ εἶναι Ἐπιστολὴ, ἥτις παρὰ
πάντων ἀποδοκιμάζεται. Καὶ διάλογος Πέτρου καὶ Ἀπίωνος
μακρῷ λόγῳ συνταγεῖσα, ἥντινα Εὐσέβιος εὐθύνει,
ἐν τῷ τρίτῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας τεύχει. Τελευτᾷ
τῷ τρίτῳ ἐνιαυτῷ Τραϊανοῦ, καὶ τὴν τούτου μνήμην
ἄχρι τήμερον ἐν τῇ Ῥώμῃ οἰκοδομηθεῖσα ἐκκλησία φυλάττει.
CAPUT XVI.
856 Ἰγνάτιος τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τρίτος
μετὰ Πέτρον τὸν Ἀποστόλον ἐπίσκοπος, διωγμὸν κινήσαντος
Τραϊανοῦ, θηριομαχῆσαι κελευσθεὶς εἰς Ῥώμην
στέλλεται δέσμιος. Πλέων δὲ καὶ ἐπιστὰς τῇ Σμύρνῃ ἐν ᾗ
Πολύκαρπος ἀκροατὴς Ἰωάννου ἐπίσκοπος ἦν, ἔγραψε
πρὸς Ἐφεσίους Ἐπιστολὴν μίαν, ἄλλην πρὸς Μαγνησιανοὺς,
τρίτην πρὸς Τραλλιανοὺς, τετάρτην πρὸς Ῥωμαίους.
Κᾀκεῖθεν ἐξιὼν, ἔγραψε Φιλαδελφεῦσι, καὶ Σμυρναίοις, καὶ
ἰδικῶς πρὸς Πολύκαρπον, παρατιθέμενος αὐτῷ τὴν ἐν
Αντιοχείᾳ ἐκκλησίαν, ἐν ᾗ καὶ περὶ τοῦ εὐαγγελίου τοῦ
πρώην μεταφρασθέντος, ἐκ προσώπου Ἰησοῦ Χριστοῦ
μνήμην ποιεῖται, λέγων· Ἐγὼ δὲ καὶ μετὰ τὴν ἀνάστασιν
ἐν σώματι αὐτὸν εἶδον, καὶ πιστεύω ὅτι ἐστὶ. καὶ ὅτε
ἦλθεν πρὸς Πέτρον, καὶ τοὺς σὺν αὐτῷ ὄντας, εἶπεν αὐτοῖς·
Ψηλαφήσατέ με, ὅτι οὔκ εἰμι δαιμόνιον σωματικόν. Καὶ
εὐθέως ἅψαντες αὐτὸν, ἐπίστευσαν. Ἄξιον δὲ φαίνεται,
ἐπείπερ τοιούτου ἀνδρὸς πεποιήμεθα μνήμην, ἐκ τῆς
Ἐπιστολῆς αὐτοῦ τῆς πρὸς Ῥωμαίους γραφείσης ὀλίγα
ἐκθέσθαι. « Ἀπὸ Συρίας ἄχρι Ῥώμης, θηριομαχῶ ἐν θαλάσσῃ
καὶ ἐν γῇ, νυκτὸς καὶ ἡμέρας, δέκα συνδεμένος
λεοπάρδοις, τουτέστι στρατιώταις τοῖς φυλάσσουσί με,