PL 53, col. 846

Epistolae (Capreolus Carthaginensis), J. P. Migne

ἡμεῖς, ἐπιλεχθέντων κοινῇ
κρίσει ἀδελφῶν καὶ
συνεπισκόπων
ἡμετέρων, οὐ παραίτησιν θρήνου
ἀξίαν, ἀλλά
παρεσκευασμένην
μᾶλλον πρεσβείαν πέμψωμεν· εἰ μὴ
τὴν ἡμετέραν
σύστασιν αἰτίαι διάφόροι
ἐνεπόδιζον. Καὶ γὰρ πρῶτον
τοῦ δεσπότου καὶ υἱοῦ
ἡμετέρου τοῦ εὐσεβεστάτου
βασιλέως
Θεοδοσίου τοιαῦτα εἰς τὰς
ἡμετέρας χεῖρας
γράμματα ἐλήλυθεν, ἅ τινα τοῦ
τῆς μακαρίας μνήμης
ἀδελφοῦ ἡμετέρου καὶ
συνεπισκόπου Αὐγουστίνου τὴν
παρουσίαν ἰδικῶς ἀπῄτει·
ἅ τινα προειρημένα
γράμματα
εἰς ταύτην τὴν ζωὴν εὑρεῖν
αὐτὸν οὐδαμῶς
δεδύνηνται.
Ὅθεν ἐγὼ, ὅς τις τὴν αὐτὴν
βασιλικὴν σημείωσιν, εἰ
καὶ
τὰ μάλιστα τῷ προειρημένῳ
πεπέμφθαι ἐδόκει,
ἐδεξάμην
καταπεμφθεῖσαν, κατὰ πάσας
τὰς ἐπαρχίας τῆς
Ἀφρικῆς
τοῖς ἁρμοδίοις γράμμασι, καὶ
ταῖς ἐθίμοις διαλέξεσι
συνάδουσαν σύνοδον
ἠβουλήθην συναγαγεῖν, ἷνα
ἐπιλεχθέντες

ἀπὸ τοῦ ἀριθμοῦ τῶν
ἀδελφῶν καὶ ἐπισκόπων
τῶν ἡμετέρων εἰς τὴν
προσκυνητὴν σύνοδον τῆς
ὑμετέρας
μακαριότητος καταπεμφθῶσιν.
Ἀλλ' ἐπειδὴ οὐκ
ἀνέῳκται
ἡ εἴσοδος τῆς παροδίας· καὶ
γὰρ ἡ ἐπιχυθεῖσα πολεμία
πληθὺς, καὶ ἡ πόρθησις ἡ
πλατεῖα τῶν ἐπαρχιῶν, ἥ
τις
ἢ ἀποσβεσθέντων τῶν
οἰκητόρων, ἢ φυγόντων,
ἀθλίαν
ἐρημώσεως ὀψιν εἰς μῆκος
καὶ πλάτος ἐκτείνουσα, τὴν
εὐχέρειαν συστέλλει τοῦ
ἐλθεῖν. Τούτοις τοιγαροῦν
τοῖς
κωλύμασι συνελθεῖν εἰς ἓν
τοῦ κύκλου τῆς Ἀφρικῆς
οἱ
ἐπίσκοποι οὐδαμῶς
ἠδυνήθησαν, οἷς προετέθη.
Ἐπειδή
τὰ βασιλικὰ γράμματα ἐν
ἡμέραις τοῦ πάσχα εἰς ἡμᾶς
ἦλθε,
ὅτε μόλις μέχρι τῆς
πρόσκυνητῆς πάσης
συνόδου
δύο μηνῶν διάστημα
περιελιμπάνετο οἵ τινες μόλις
ἤρκουν, κᾄν αὐτῇ τῇ κατὰ
Ἀφρικὴν συνόδῳ εἰς τὸ
συνελθεῖν,
καὶ εἰ μηδεμία δυσχέρεια ἀπὸ
τῶν πολεμίων ἡ

παροῦσα συμβεβήκει
ἐντεῦθεν γεγενῆσθαι· ἵνα, ἐι
καὶ τὰ
μάλιστα πρέσβεις οὐδαμῶς
ἐκπέμψαι δεδυνήμεθα, διὰ
τὴν εὐλάβειαν ὅμως τήν χπεωστουμένην τῇ
ἐκκλησιαστικῇ
ἐπιστήμῃ, τὸν υἱὸν τὸν ἐμὸν Βεσούλαν τὸν διάκονον μετὰ
τούτων τῶν τῆς παραιτήσεως
γραμμάτων ἐπέμψαμεν,
προσκυνητοὶ ἀδελφοί.
Ὅθεν αἰτῶ τὴν ὑμετέραν
ἁγιότητα· εἰ καὶ
τὰ μάλιστα
πιστεύω τῇ βοηθείᾳ τοῦ
ἡμετέρου Θεοῦ, τοσαύτην
σύνοδον προσκυνητῶν ἱερέων βεβαίαν
διὰ πάντων τὴν
πίστιν τὴν καθολικήν
ἐσομένην· ἵνα, ἐνεργοῦντος τοῦ
ἁγίου
πνεύματος, ὅπερ
ταῖς ὑμετέραις καρδίαις ἐν πᾶσι τοῖς
πρακτέοις
πιστεύομεν παρεσόμενον, τὰς
καινὰς διδασκαλίας,
καὶ πρὸ τούτου ταῖς
ἐκκλησιαστικαῖς ἀκοαῖς
ἀπείρους, τῆς

ἀρχαῖας αὐθεντίας τῇ
δυνάμει ἀπώσησθε, καὶ
οὕτω ταῖς
καιναῖς οἱαισδήποτε πλάναις
ἀντιστῆτε· ἵνα μὴ
τοὺτους,
οὓς πάλαι ἐπολέμησεν ἡ
ἔκκλησία, καὶ τούτοις τοῖς
καιροῖς
ἐν οἷς ἀνεφύησαν, καὶ τῆς
ἀποστολικής καθέδρας ἡ
αὐθεντὶα, καὶ εἰς ἓν
συμφωνοῦσα ἡ ψῆφος ἡ ἱερατικὴ
συνέχωσεν,
ἐν προσχήματι
δευτέρας διαλέξεως ἡ φωνὴ
δόξῃ,
ἡ πάλαι ἀναιρεθεῖσα,
ἀνανεοῦσθαι. Ἔχει γὰρ, εἴ τι
τυχὸν
νεωστὶ ἀναφυῇ, ζητήσεως
ἀνάγκην, ἵνα ἢ λεχθέν

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.