PL 66, col. 145

Prolegomena (Gregorius I), J. P. Migne

Ἐν μιᾷ τῶν ἡμερῶν, τοῦ σημειοφόρου τούτου ἀνδρὸς
Βενεδίκτου ἐν τῷ ἑαυτοῦ ἡσυχάζοντες κελλίῳ, ὁ προλεχθεὶς
μοναχὸς Πλάκιδος ἐπὶ τὸ ἀντλῆσαι ὕδωρ εἰς τὸν λάκκον
παραγέγονε· τὸ οὖν σκεῦος ἐν ᾧ τὸ ὕδωρ ἀντλῆσαι
ἠβούλετο ἐκ τῆς χειρὸς αὐτοῦ πεσὸν, διὰ τῆς τοῦ ὕδατος
ῥύμης ἐπεφέρετο· θέλων δὲ ὁ ἀδελφὸς ἐκ τοῦ ὕδατος ἀφαρπάσαι
τὸ κεράμιον, καὶ αὐτὸς ὀλισθήσας, πέπτωκεν ἐν
τοῖς ὕδασι καὶ ὑπὸ τῆς τῶν ὑδάτων σφοδροτάτης κινήσεως,
ἐπὶ τὰ ἔνδον τοῦ λάκκου, σχεδὸν εἰπεῖν, ὡσεὶ
τόξου βολὴν ὁ μοναχὸς Πλάκιδος ἐφέρετο. Ὁ δὲ τοῦ Θεοῦ
πιστὸς θεράπων Βενέδικτος ἔνδον τοῦ ἑαυτοῦ κελλίου
σχολάζων, διέγνω τὸ συμβὰν, καὶ τὸν ἑαυτοῦ μαθητὴν
Μδῦρον συντόμως καλέσας ἔφη πρὸς αὐτόν· « Ἀδελφὲ

Μαῦρε, σπεῦσον ὅτι ὁ ἀδελφὸς Πλάκιδος εἰς τὸν λάκκον
ἐνέπεσε, καὶ ἡ τῶν ὑδάτων κίνησις μακρὰν αὐτὸν ἀπήγαγεν. »
Θαυμαστὸν πρᾶγμα καὶ μετὰ Πέτρον τὸν Ἀπόστολον
ξένη ἐπιτροπή· αἰτηθεῖσα γὰρ παρὰ Μαύρου τοῦ
μοναχοῦ πιστῶς καὶ ὑπὸ τοῦ μακαρίου Βενεδίκτου παρασχεθεῖσα,
συντόμως ἐβάδιζε τῇ τοῦ πατρὸς κελεύσει, καὶ
ἐν τῷ τόπῳ γενόμενος, ἐν ᾧ ἐν τοῖς ὕδασιν ὁ Πλάκιδος
ἐφέρετο, ἀδιστάκτῳ τῇ πίστει καὶ ταῖς τοῦ πατρὸς εὐχοῖς
θαῤῥῶν ἐπέβη τοῖς ὕδασι, καὶ ὡς ἐπὶ ξηρᾶς δρομαίως
ἐβάδιζεν ἕως τοῦ τόπου ἐν ᾧ διὰ τῆς τοῦ ὕδατος ὁρμῆς ὁ
Πλάκιδος ἐπεφέρετο· καὶ δραξάμενος τῶν τῆς κεφαλῆς
αὐτοῦ τριχῶν ὀξυτάτῳ δρόμῳ ὑπέστρεψεν· ὅστις εὐθέως
ἐπὶ τὴν ξηρὰν ἐλθὼν, καὶ ἐν ἑαυτῷ γενόμενος καὶ ἐπιγνοὺς
ὅτι ἐπάνω τῶν ὑδάτων ἔδραμε, καὶ ὅτι αὐτομολῆσαι τοῖς ὕδασιν
ἀδύνατον αὐτῶ ἦν, εἰ μὴ ἡ τοῦ σημειοφόρου πατρὸς

εὐχὴ τοῦτον ἐνίσχυσε θαυμάσας ἐτρόμασε (sic) τὸ
γενόμενον, καὶ ὑποστρέψας πρὸς τὸν πατέρα τὸ τελεσθὲν
θεῖον τεράστιον ἀνήγγειλεν αὐτῷ. Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ
Βενέδικτος τοῦτο τὸ θαῦμα, οὐ τῇ ἑαυτοῦ ἁγιότητι, ἀλλὰ
τῇ ἐκείνου ὑπακοῇ ἐπεγράφετο· ὁ δὲ Μαῦρος τὴν τοῦ ἁγίου
τιμιωτάτην κέλευσιν ἔφασκεν τοῦτο πεπραχέναι· ἔλεγε γὰρ μὴ εἶναι ἑαυτὸν ἐν αὐτῇ τῇ δυνάμει, ᾗ ἦν ὅτε ἐπέβη
τοῖς ὕδασι. Προσχὼν δὲ ὁ μοναχὸς Πλάκιδος τῇ τούτων θεομιμήτῳ ταπεινολογίᾳ καὶ προσφιλεστάτῃ ἀμφιλογίᾳ,
ἔλεγεν· « Ἐγὼ ἐν ὅσῳ ἐσυρόμην ὑπὸ τῆς τῶν ὑδάτων ὁρμῆς ἐπάνω τῆς κεφαλῆς μου τοῦ ἀββᾶ μου τὴν μηλωτὴν ἐθεώρουν,
καὶ αὐτόν με ἐκ τῶν ὑδάτων ἐκβάλλοντα κατενόουν.
ΠΕΤΡ. Μεγάλα εἰσὶν σφόδρα ἅπερ λέγεις, καὶ μεγίστην
ψυχαῖς οἰκοδομὴν παρέχοντα· ἐγὼ δὲ τοῦ ἁγίου τούτου
ἀνδρὶς τὰ θαυμάσια, ὅσῳ πλεῖον ἐκπίνω, πλειοτέρως διψῶ.
CAPUT VII. De Mauro ejus discipulo qui super aquas pedibus ambulavit.

ΓΡΗΓΟΡ. Ἐν τῷ τὸν μακάριον διαλάμψαι ἐν τοῖς τόποις
ἐκείνοις, πολλοὶ διὰ τὸν πόθον τοῦ κυρίου ἡμῶν

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.