PL 77, col. 194

Dialogi (Gregorius I), J. P. Migne

δοῦναι· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτο οὐ παρῃτήσατο,
διὰ τὸ μετὰ πίστεως καὶ εἰλικρινοῦς ἀγάπης τὸν Φορτουνᾶτον
τοῦτο αἰτήσασθαι· τῆς δὲ ἁγίας τοῦ Θεοῦ λειτουργίας
τελεσθείσης ἐν τῇ τοῦ μάρτυρος ἑορτῇ, ἐν ὅσῳ
εἰς τὴν τοῦ προλεχθέντος Φορτουνάτου τράπεζαν ἦλθε,
πρὶν ἢ αὐτὸν τὴν ὡρισμένην εὐχὴν ἐν τῇ τραπέζῃ τῷ
Θεῷ προσενέγκαι, ὡς ἔθος τισὶ τῶν προσαιτούντων
ὑπάρχει μετὰ παιγνιδίου ζητεῖν τροφὴν, παρευθὺ ἔμπροσθεν
τῆς θύρας ἀνήρ τις μετὰ σίστρων παρέστη,
καὶ τὰ κύμβαλα ἔκρουσεν. Ὁ δὲ ἅγιος ἀνὴρ οὗτος, τὸν
ἦχον τῶν κυμβάλων βδελυξάμενος, ἔφη· Οὐαὶ, οὐαὶ,
ἀπέθανεν ὁ ἐλεεινὸς οὗτος· ἐγὼ ἐν τῇ τραπέζῃ τῆς εὐφροσύνης
ἐλθὼν, τὸ στόμα μου ἀκμὴν εἰς τὴν τοῦ Θεοῦ
αἴνεσιν οὐκ ἤνοικα, κᾀκεῖνος μετὰ σίστρων ἐλθὼν, κύμβαλα
ἔκρουσεν. Προσθεὶς δὲ εἶπεν· Ἀπέλθετε διὰ τὴν ἀγάπην,

καὶ τούτῳ τροφὴν καὶ ποτὸν δωρήσασθε· ἵνα δέ
γινώσκητε, ὅτι ἀπέθανεν. Ὁ δὲ ἐλεεινὸς οὗτος ἀνὴρ, ἄρτον
καὶ οἶνον ἐκ τοῦ αὐτοῦ οἴκου λαβὼν, τὴν θύραν ἐξελθεῖν
θέλων, λίθος μέγας ἐκ τοῦ κεράμου αἰφνίδιον πεσὼν,
κατὰ τῆς κεφαλῆς αὐτοῦ δέδωκεν, καὶ τοῦτον πεσόντα
ἡμιθανῆ ἐν ταῖς χερσὶν ἐβάστασαν· ἐν δὲ ἄλλῃ ἡμέρᾳ
κατὰ τὴν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ψῆφον τέλει τοῦ βίου
ἐχρήσατο. Ἐξ οὗ πράγματος, Πέτρε, κατανοῆσαί ἐστι
πῶς φοβεροὶ οἱ ἅγιοι τοῦ Θεοῦ ἄνθρωποι τυγχάνουσι,
ναοὶ γὰρ Θεοῦ ὑπάρχουσι. Καὶ ἐὰν εἰς ὀργὴν
συμβῇ αὐτοὺς κινηθῆναι, ὁ ἐν αὐτοῖς κατοικῶν δι' αὐτῶν

Θεοῦ ἄνθρωπον Βονιφάτιον τὸν ἐπίσκοπον ἐδυσώπουν,
ὅπως αὐτοῖς εἴ τι οὗν δωρήσηται πρὸς τὸ τὴν τῆς
πτωχείας ἔνδειαν παραμυθήσασθαι. Ὁ δὲ ἅγιος οὗτος
ἀνὴρ, μὴ ἔχων τι δοῦναι, ἤρξατο στενοχωρεῖσθαι τῷ
λογισμῷ, μὴ θέλων τοὺς πτωχοὺς κόλπῳ κενῷ ἐξαποστεῖλαι.
Εἰς μνήμην δὲ αὐτῷ ἦλθεν, ὅτι Κωνστάντιος ὁ πρεσβύτερος
ὁ αὐτοῦ ἀνεψλὸς, τὸν ἵππον αὐτοῦ πέπρακε, καὶ
τὸ λογάριν ὅπερ ἔλαβεν, ἐν τῇ ἄρκλῃ αὑτοῦ εἶχεν. Ἐν
ταῖς ἀπουσίαις οὖν τούτου εἰσελθὼν, ἐν ᾧ τόπῳ ἡ ἄρκλα
ἔκειτο, καὶ σκοπῷ εὐσεβείας τὰ κλεῖθρα αὐτῆς συντρίψας,
ἐπαρὼν τὰ δώδεκα νομίσματα ταῦτα, τοῖς δεομένοις,
καθὼς αὐτῷ ᾔρεσε, διεμέρισεν. Ὑποστρέψας δὲ
ἐκ τοῦ ἔργου Κωνστάντιος ὁ πρεσβύτερος, καὶ τὴν κλείδωσιν
τῆς ἄρκλης κεκλασμένην θεασάμενος, μὴ εὑρὼν δέ
τὸ λογάριν, ὅπερ εἰς τὴν τιμὴν τοῦ ἵππου ἦν λαβὼν, ἤρξατο

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.