PL 77, col. 195

Dialogi (Gregorius I), J. P. Migne

μετ' ὀργῆς μεγάλῃ τῇ φωνῇ κράζειν καὶ λέγειν·
Πάντας ἐνταῦθα ἔνι ζῆσαι, μόνος δὲ ἐγὼ ἐν τῷ οἴκῳ τούτῳ
ζῆσαι οὐ δύναμαι. Εἰς τὰς φωνὰς δὲ αὐτοῦ ὁ ἐπίσκοπος,
καὶ πάντες ὅσοι ἦσαν ἐν τῷ ἐπισκοπίῳ παρεγένοντο. Καὶ
θέλων αὐτὸν ὁ ἄνθρωπος τοῦ Θεοῦ καταπραῦναι, ἤρξατο
λόγοις κολακευτικοῖς παραινεῖν αὐτόν. Ἐκεῖνος δὲ μετὰ
ὕβρεως ἀπεκρίθη λέγων· Πάντες μετὰ σοῦ ζῶσι, μόνος
ἐγὼ ἔμπροσθέν σου ζῆσαι οὐ δύναμαι, 190 ἀπόδος μοι
τὸ λογάριν μου. Κινηθεὶς δὲ ὁ ἐπίσκοπος ταῖς τούτου φωναῖς,
ἐν τῷ ναῷ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
εἰσελθὼν, τὸ φελόνιον αὐτοῦ φορῶν, καὶ ἐκτείνας
τὰς χεῖρας ἤρξατο εὔχεσθαι, ὅπως αὑτῷ ὁ Θεὸς χορηγήσῃ,
ὅθεν τῷ πρεσβυτέρῳ δυνηθῇ ἀποδοῦναι ἅπερ αὐτῷ
ἐπεζήτει, καὶ τὸν θυμὸν καταπαῦσαι. Εὐχρμένου δὲ
αὐτοῦ, καὶ τὰς χεῖρας ὑποκάτω τοῦ φελονίου ὑψωμένας

ἔχοντος, τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπιστρέψας, ἄφνω
ἐν μέσῳ τῶν δύο αὐτοῦ χειρῶν ἐν τῷ ἐπενδύτῃ δώδεκα
νομίσματα εὗρεν, οὕτως ἀπαστράπτοντα, ὡς ὅτι ἐν
αὐτῇ τῇ ὥρᾳ ἐκ τοῦ πυρὸς ἦσαν ἐξελθόντα. Παρευθὺς
οὖν ἐκ τῆς ἐκκλησίας ἐξελθὼν, εἰς τὸν κόλπον αὐτοῦ τοῦ
θυμωθέντος πρεσβυτέρου ἔῤῥιψε, λέγων· Ἰδοὺ ἔχεις τὸ
λογάριν, ὅπερ ἐζήτησας, τοῦτο δέ σοι γνωστὸν ἔστω, ὅτι
μετὰ θάνατόν μου, ἐν ταύτῃ τῇ ἐκκλησίᾳ ἐπίσκοπος σὺ
οὐ μὴ γενήσῃ διὰ τὴν κνηπίαν σου. Τοῦτο δὲ ἀληθὲς ὑπῆρχεν,
ὅτι ὁ πρεσβύτερος διὰ τὸ ἐπιτυχεῖν τῆς ἐπισκοπῆς τὸ λογάριν ἡτοίμαζεν. Ἀλλ' ὁ λόγος τοῦ ἀνθρώπου τοῦ
Θεοῦ οὐ διήμαρτεν· ἐν τῷ τοῦ πρεσβυτέρου γὰρ τάγματι ὢν, τὸ τῆς παρούσης ζωῆς τέλος ἐδέξατο.
Ἐν ἄλλῳ τοίνυν καιρῷ δύο τινὲς Γότθοι, ἐν Ῥαβέννῃ
φάσκοντες ἀπέρχεσθαι, παρὰ τῷ ἁγίῳ τούτῳ ἀνδρὶ εἰς
μονὴν ὑπεδέχθησαν. Προπέμπων δὲ αὐτοὺς, μικρὸν σκεῦος
ξύλινον οἴνου γεμίσας, τῇ οἰκείᾳ χειρὶ τούτοις ἐπιδέδωκεν·
ὅπερ ἐν τῇ ὁδῷ ἀριστώντων αὐτῶν ἴσως ἀρκέσαι

αὐτοῖς ἠδύνατο. Ἕως οὗ δὲ ἐν Ῥαβέννῃ εἰσῆλθον, δαψιλῶς ἐξ αὐτοῦ πίνοντες, καὶ ἐν αὐτῇ τῇ πόλει δὲ ὀλίγας
ἡμέρας διατρίψαντες, ὁ παρὰ τοῦ ἁγίου τούτου ἀνδρὸς
δοθεὶς αὐτοῖς οἶνος ἐν τῷ σεμνοτάτῳ σκεύει, οὐ διέλειψεν·
ἀλλὰ καὶ ὑποστρέψαντες πρὸς αὐτὸν, ἤγαγον ἐκ τοῦ
αὐτοῦ οἴνου, καθ' ἡμέραν εἰς κόρον πίνοντες, καὶ μηδέποτε
ἐν τῷ αὐτῷ σκεύει ἐπιβαλόντες· ἀλλ' ὡς ἵνα ἔβρυεν,
οὕτω διήρκεσε.
Γέρων τις κληρικὸς, ἀρτίως ἐκ τῶν μερῶν ἐκείνων ἐνταῦθα
κατέλαβεν, ὅστις περὶ τοῦ αὐτοῦ ἁγίου ἀνδρὸς
Βονιφατίου ταῦτα διηγεῖται, ἅπερ σιωπηθῆναι οὐχ

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.