PL 77, col. 199

Dialogi (Gregorius I), J. P. Migne

ὀρνίθιον ἥρπασεν. Αὐτὸς δὲ συντόμως εις τῆν ἐκκλησίαν εἰσελθὼν, καὶ ἑαυτὸν εἰς εὐχὴν ὑποστρώσας δεόμενος,
ἔλεγεν· Ἀρέσκει σοι, κύριε, ἵνα ἐξ ὧν ἡ μήτηρ μου ἀνατρέφει ὀρνέων φαγεῖν μῆ δυνηθῶ· ἅπαντα γὰρ ἡ ἀλώπηξ
αὕτη κατέφαγεν. Ἀναστὰς οὖν ἐκ τῆς εὐχῆς, καὶ ἐξελθὼν ἰκ τῆς ἐκκλησίας, παραχρῆμα ἡ ἀλώπηξ ὑποστρέψασα,
τὸ ὀρνίθιον ὅπερ ἐν τῷ στόματι κατεῖχεν, εἴασεν, αὐτὴ δὲ ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ ἐν τῇ γῇ
πεσοῦσα ἀπέθανεν.
ΠΕΤΡ. Λίαν θαυμαστὸν ὑπάρχει, ὅτι ἐν πράγμασιν
εὐτελεστάτοις ταῖς εὐχαῖς τῶν εἰς αὐτὸν ἐλπιζόντων
ὑπακοῦσαι καταξιοῖ ὁ Θεός.
ΓΡΗΓΟΡ. Τοῦτο, Πέτρε, ἐκ μεγίστης τοῦ κτιστοῦ
ἡμῶν οἰκονομίας γίνεται, ἵνα διὰ τῶν μικρῶν ὧν λαμβάνομεν,
καὶ περὶ τῶν μεγάλων ἐλπίζειν πιστεύωμεν. Εἰσηκούσθη
τοίνυν ἐν πράγμασιν εὐτελεστάτοις ὁ ἄκακος καὶ
ἅγιος παῖς οὗτος, ὅπως ἐν τοῖς μικροῖς μάθῃ πόσον ὀφείλει
καὶ ἐν τοῖς μεγίστοις παρὰ τῷ Θεῷ αἰτήμασι κατατολμῆσαι.
ΠΕΤΡ. Ἀρέσκει ὃ λέγεις.
CAPUT X. De Fortunato Tudertinae civitatis episcopo.
GREGORIUS. Alius quoque vir vitae venerabilis in
eisdem partibus fuit Fortunatus nomine, Tudertinae

ΓΡΗΓΟΡΙΟΣ. Ἄλλος τοίνυν ἀνὴρ πάνυ εὐλαβοῦς πολιτείας,
ἐν τοῖς αὐτοῖς τῆς Τουσκίας γέγονε μέρεσι, Φορτουνᾶτος

ὀνόματι, τῆς Τουδέρεως δὲ ἐκκλησίας κατέστη
ἐπίσκοπος· ὅστις παρὰ Θεοῦ χάριν εἰληφὼς, φυγαδευτὴς
τῶν ἀκαθάρτων πνευμάτων ὑπῆρχεν ἐξαίσιος, ὥστε ἐνίοτε
τὰς τῶν δαιμόνων λεγεῶνας ἐκ τῶν σωμάτων ἐν οἷς κατῴκουν
διώκων, τὰς ἐπερχομένας αὐτῷ παρ' αὐτῶν πλείστας
ἐπιβουλὰς, διὰ τῆς ἐπιμόνου καὶ καρτερικῆς εὐχῆς
ὑπερέβαινεν. Τούτου τοῦ ἁγίου ἀνδρὸς οἰκειότατος 194 ἐν
ἀγάπῃ γέγονεν Ἰουλιανὸς ὁ τῆς ἡμετέρας ἐκκλησίας δεφένσωρ. Ὅστις οὐ πρὸ πολλοῦ καιροῦ ἐν ταύτῃ τῇ πόλει
ἐτελεύτησεν· ἣν δὲ λέγω διήγησιν ὑπ' αὐτοῦ μεμάθηκα.
Οὗτος οὖν ἐν πολλῇ παῤῥησίᾳ πρὸς αὐτὸν ὑπάρχων, τὰ
τῶν πράξεων αὐτοῦ ἀκριβῶς ἐπίστατο. Ὅστις τὴν τούτων
γλυκύτητα εἰς ἡμέτερον στηριγμὸν, καθάπερ μέλιτος
κηρίον διὰ τῆς μνήμης ἐν τῷ στόματι ἀεὶ περιέφερεν.
Ἐλεγε δὲ, ὅτι ματρῶνά τις εὐγενεστάτη ἐν τοῖς

γειτνιάζουσι τῆς Τουσκίας μέρεσιν, οὐ πρὸ πολλοῦ καιροῦ
νύμφην εἰς τὸν υἱὸν αὐτῆς ἦν λαβοῦσα· ἥτις ἅμα τῇ
ἑαυτῆς πενθερᾷ εἰς ἐγκαινισμὸν εὐκτηρίου τοῦ μακαρίου
μάρτυρος Σεβαστιανοῦ ἦν κληθεῖσα. Τῇ δὲ νυκτὶ ἐκείνῃ
ἤμελλεν ἡ τῶν ἐγκαινίων ἡμέρα τοῦ προλεχθέντος εὐκτηρίου
ἐπιφαίνειν, τῇ τῆς σαρκὸς ἡδονῇ νικηθεῖσα, ἐκ
τοῦ ἑαυτῆς ἀνδρὸς ἐγκρατεύσασθαι οὐκ ἠδυνήθη. Πρωΐας
δὲ λοιπὸν γενομένης, μὴ εὐλαβηθεῖσα τὴν γενομένην τῆς
σαρκὸς ἡδυπάθειαν, προελθεῖν ᾑρετίσατο, τὸ τῶν ἀνθρώπων

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.