PL 77, col. 251

Dialogi (Gregorius I), J. P. Migne

τῇ προσευχῇ προσκαρτερῶν, τὴν παροῦσαν ζωὴν διήνυσε.
Οὐ μήκοθεν δὲ αὐτῶν μοναστήριον ἀνδρῶν ὑπῆρχεν,
ὅπερ, τοῦ προεστῶτος αὐτῶν τελευτήσαντος, ἀπερίστατον
ποιμαντικῆς ἐπιμελείας καὶ ἡγεμονίας κατελείφθη.
Οἱ δὲ μοναχοὶ τοῦ αὐτοῦ μοναστηρίου, τὸν Εὐτύχιον
γενέσθαι αὐτοῖς πατέρα καὶ προστάτην παρεκάλουν.
Ὅστις ταῖς αὐτῶν δεήσεσιν ἐπικαμφθεὶς, τὴν τούτων
ἡγεμονίαν καταδεξάμενος, ἐπὶ πολλοὺς χρόνους τὴν μονὴν
ἐποίμανεν, τῶν μαθητῶν τὰς ψυχὰς ἐν τῇ τῆς ἁγίας
ἀναστροφῆς ἀσχολίᾳ εἰς τελειότητα ἄγων. Ἵνα δὲ μὴ τὸ
εὐκτήριον, ἐν ᾧ τὸ πρότερον κατῴκει, μόνον ἀπομείνῃ,
ἐκεῖ τὸν 310 εὐλαβέστατον ἄνδρα Φλορέντιον κατέλιπεν.
Οὗτος τοίνυν μόνος αὐτόθι διάγων, ἔν τινι ἡμέρᾳ εἰς εὐχὴν
ἑαυτὸν ὑπέστρωσε, καὶ τοῦ παντοδυνάμου κυρίου
ἐδέετο, ὅπως αὑτῷ βοήθειαν, οἵαν κελεύσει, δοῦναι καταξιώσῃ,

πρὸς τὸ ἐκεῖσε αὐτὸν κατοικῆσαι· ὃς οὖν τὴν
εὐχὴν ἐπλήρωσεν, ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου, ἔμπροσθεν
τῶν θυρῶν ἄρκον ἑστῶσαν εὗρεν, ἐπὶ τῆς γῆς τὴν
κεφαλὴν κεκλιμένην ἔχουσαν, μηδὲν θηριῶδες τοῖς κινήμασιν
ἐπιδεικνυμένεν, φανερῶς δὲ μᾶλλον δεικνύουσαν,
ὅτι πρὸς δουλείαν τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἐλήλυθεν.
Ἐπιγνοὺς δὲ ὁ τοῦ Θεοῦ δοῦλος Φλορέντιος, ἅπερ ἐν
τῷ έαυτοῦ κελλίῳ κατελείφθησαν πρόβατα, τέσσαρα ἢ
πέντε τὸν ἀριθμὸν, μὴ ὄντος παντελῶς τοῦ βόσκοντος
ἢ τοῦ φυλάττοντος, τῇ ἄρκῳ παραδοὺς, ἐκέλευσεν αὐτῇ,
λέγων· Ἄπελθε, καί ταῦτα τὰ πρόβατα εἰς βοσκὴν ἐξάγαγε,
περὶ δὲ ἕκτην ὥραν ὑπόστρεψον. Ἤρξατο οὖν τοῦτο
διαπαντὸς ποιεῖν, καὶ ἀνετέθη τῇ ἄρκῳ ἡ φροντὶς τοῦ
ποιμαίνειν τὰ πρόβατα. Ἅπερ γὰρ τρώγειν ἦν ἐθίσασα
ταῦτα νῆστις ἔβοσκεν. Ὅτε δὲ νηστεῦσαι ὁ τοῦ Θεοῦ ἄνθρωπος

ἤθελε, τῇ ἐννάτῃ ὥρᾳ τῇ ἄρκῳ ἐκέλευσεν ἅμα
τῶν προβάτων ὑποστρέφειν. Ὅτε δέ οὐκ ἠβούλετο, περὶ
τὴν ἕκτην ὥραν, κατὰ τὴν αὐτοῦ ἐπιτροπὴν ὑπέστρεφε,
καὶ λοιπὸν ἐν πᾶσι, τῇ ἐπιταγῇ τοῦ ἀνθρώπου τοῦ Θεοῦ
ἡ ἄρκος ἐπήκουεν. Καὶ οὔτε ἐν τῇ ἕκτῃ ἐπιτρεπομένη εἰς
τὴν ἐννάτην ὑπέστρεφεν, οὔτε ἐν τῇ ἐννάτῃ εἰς τὴν ἕκτην,
ἀλλὰ καθὼς ἐπετρέπετο, οὕτως ὑπέστρεφεν. Ἐν ᾧ δὲ
διαπαντὸς οὕτως ἐπράττετο, ἤρξατο ἐν τοῖς τόποις ἐκείνοις
διὰ πλάτους ἡ φήμη τῆς τοῦ θαύματος τούτου δυνάμεως
διατρέχειν. Ὁ δὲ ἀρχαῖος ἐχθρὸς, ὅθεν θεωρεῖ
τοὺς ἀγαθοὺς εἰς δόξαν φημιζομένους, ἐκεῖθεν τοὺς διαστρόφους
διὰ τοῦ φθόνου συναρπάζει εἰς κόλασιν. Τέσσαρες
γὰρ ἄνδρες ἐκ τῶν μαθητῶν τοῦ μακαρίου Εὐτυχίου,
σφόδρα τοῦτο φθονήσαντες, δι' ὧν διδάσκαλος αὐτῶν
σημεῖα οὐκ ἐποίει, ἐκεῖνος δὲ ὁ μόνος παρ' αὐτοῦ

καταλειφθεὶς, ἐν τοσούτῳ θαύματι λαμπρὸς ἐφαίνετο,
τὴν αὐτὴν ἄρκον ἐνεδρεύσαντες ἐφόνευσαν. Κατὰ δὲ τὴν
ὥραν ἐν ᾗ ἐπετράπη, μὴ ὑποστρέψασα, ὁ τοῦ Θεοῦ ἄνθρωπος
Φλορέντιος ἐν ὑποψίᾳ γέγονεν, ἕως δὲ τῆς ὥρας
τῶν ἑσπερινῶν ἀναμείνας, θλίβεσθαι ἤρξατο, ὅτι ἡ ἄρκος,
ἣν ἐκ πολλῆς ἀκακίας ἀδελφὴν ὀνομάζειν εἴωθεν, οὐχ
ὑπέστρεφεν. Ἐν δὲ ἄλλῃ ἡμέρᾳ εἰς τὸν ἀγρὸν ἐπορεύθη

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.