PL 77, col. 290
Dialogi (Gregorius I), J. P. Migne
ἐπλήρωσεν, ὥστε καὶ θυρῶν ἀνεῳγμένων, μὴ τολμᾷν τινα
ἐκεῖσε εἰσελθεῖν· ἀλλὰ καὶ ὁ ἱερεὺς καὶ οἱ φύλακες πάντες
οἱ συνελθόντες τὰ τῆς λειτουργίας ἑόρτια ἐπιτελέσαι,
τὸ θαῦμα τοῦτο θεασάμενοι, οὐδαμῶς εἰσελθεῖν ἠδυνήθησαν,
τὴν δὲ ἡδύτητα τῆς θαυμαστῆς ἐκείνης εὐωδίας
πρὸς ἑαυτοὺς ἐπεσύροντο. Ἐν δὲ ἄλλῃ ἡμέρᾳ τῶν κανδηλῶν
ἄνευ φωτὸς οὐσῶν, θεόθεν φωτὸς ἀποσταλέντος
πᾶσαι ἀνήφθησαν. Καὶ μετ' ὀλίγας πάλιν ἡμέρας μετὰ τὸ
πληρωθῆναι τὴν τῆς θείας λειτουργίας ἀκολουθίαν, σβέσας
τὰς κανδήλας τῆς αὐτῆς ἐκκλησίας ὁ φύλαξ ἐξῆλθεν. Μετ'
ὀλίγον δὲ εἰσελθὼν, πάσας ἃς ἔσβεσεν κανδήλας αἰθούσας
ΠΕΤΡ. Κἂν εἰ ἐν μεγάλαις ἐσμὲν ἐνεχόμενοι θλίψεσιν,
ἀλλ' οὖν ὅτι οὐκ ἐσμὲν παρὰ τοῦ κτιστοῦ ἡμῶν παντάπασι
βδελυκτοὶ, μαρτυροῦσιν ἅπερ ἀκούω ἐκπληκτὰ αὐτοῦ
θαυμάσια.
ΓΡΗΓΟΡ. Ἐπειδὴ μόνα τὰ εἰς Ἱταλίαν πραχθέντα διηγήσασθαι
ὥρισα, θέλεις πρὸς τὸ ἐπιδειχθῆναι τῆς αὐτῆς
Ἀρειανῆς αἱρέσεως τὴν κατάκρισιν διέλθωμεν τῷ λόγῳ
ἐν Σπανικῇ, κἀκεῖθεν δι' Ἀφρικῆς εἰς Ἱταλίαν ὑποστρέψωμεν;
ΠΕΤΡ. Ὅπου δ' ἂν βούλει πορεύθητι, κἀγὼ γὰρ
εὐφραινόμενος συμπορεύσομαι, καὶ εὐφραινόμενος πάλιν
ἀνθυποστρέφω.
CAPUT XXXI. De Herminigildo rege Liuvigildi Visigothorum regis filio, pro fide catholica ab eodem patre suo occiso.
ΓΡΗΓΟΡΙΟΣ. Καθὼς παρὰ πολλῶν τῶν νῦν ἐρχομένων
ἀπὸ τῶν μερῶν Ἱσπανίας διηγουμένων ἔγνων, Ἑρμιγίλδος
ὁ ῥὴξ υἱὸς ὑπάρχων Λουβιγίλδου τοῦ ῥηγὸς τοῦ τῶν
Οὐισιγότθων ἔθνους ἐκ τῆς Ἀρειανῆς αἱρέσεως εἰς τὴν
ὀρθόδοξον πίστιν ὑπέστρεψεν, Λεάνδρου ταύτην κηρύττοντος,
τοῦ τῆς πόλεως Ἱσπάλης ἐπισκόπου, ὅστις ἐμοὶ
πάλαι γνησίως ἐν ταῖς φιλίαις προσεκολλήθη. Ὁ δὲ
τοῦ προλεχθέντος Ἑρμιγίλδου πατὴρ Λουβιγίλδος Ἀρειανὸς
ὑπάρχων, ἔσπευδε τοῦτον ἐν τῇ αὐτῇ αἱρέσει πάλιν
ὑποστρέψαι, καὶ οὐ διέλιπεν, ὑποσχέσει δώρων αὐτὸν
κολακεύων, καὶ πάλιν ἀπειλαῖς καταπλήττων. Αὐτὸς δὲ
ἑδραίως ἱστάμενος, ἀπεκρίθη λέγων, μηδέποτε ἑαυτὸν
ἀληθῆ πίστιν δύνασθαι καταλεῖψαι, ἥνπερ ἅπαξ μεμάθηκεν.
Θυμωθεὶς δὲ ὁ τούτου πατὴρ ἐστέρησεν αὐτὸν τῆς
βασιλείας, καὶ πάντων τῶν πραγμάτων τοῦτον ἐγύμνωσεν.
Μηδὲ οὗτος δὲ τὴν τοῦ λογισμοῦ αὐτοῦ σταθηρότητα
ἀπαλύναι δυνηθεὶς, ἐν στενωτάτῃ φυλακῇ τοῦτον
κατέκλεισεν, τὰς χεῖρας αὐτοῦ καὶ τοὺς πόδας σιδήρῳ
ἀσφαλισάμενος. Ἤρξατο οὖν ὁ αὐτὸς Ἐρμιγίλδος ὁ ῥὴξ,
καίτοι νέαν ἄγων τὴν ἡλικίαν τὴν ἐπίγειον βασιλείαν πάνυ
βδελύττεσθαι, καὶ πάσῃ ἐπιθυμίᾳ τὴν οὐράνιον ἐπιζητεῖν.