PL 77, col. 291
Dialogi (Gregorius I), J. P. Migne
Ὅθεν δεδεμένος ἐν κιλικίῳ κατέκειτο, τῷ παντοδυνάμῳ
Θεῷ δεήσεις προσφέρων, πρὸς τὸ ἐνισχύσαι αὐτόν. Ἐν δὲ
τοσούτῳ τοῦ νοὸς ὕψει τὴν τοῦ παρερχομένου κόσμου
δόξαν ἐβδελύξατο, ὅσῳ τῷ τοῦ Θεοῦ πόθῳ δεσμευθεὶς
ἐπέγνω μηδὲν εἶναι, ὅπερ δυνήσεται αὐτὸν τούτου χωρίσαι.
Τῆς δὲ τοῦ ἁγίου πάσχα ἑορτῆς ἐπελθούσης ἐν τῇ
τῆς νυκτὸς ἡσυχίᾳ, σιγῇ πρὸς αὐτὸν ὁ τούτου κακόπιστος
πατὴρ Ἀρειανὸν ἐπίσκοπον ἀπέστειλεν, ὅπως ἐκ
τῆς αὐτοῦ χειρὸς τῆς ἀθεμίτου αὐτῶν ἱερουργίας τὴν μετάληψιν
δέξηται, καὶ ἐκ τούτου λοιπὸν εἰς τὴν τοῦ πατρὸς
εὐμένειαν ἐπιστρέψαι ἀξιωθῇ. Ὁ δὲ τῷ Θεῷ δεδωρημένος
οὗτος ἀνὴρ τὸν πρὸς αὐτὸν ἐλθόντα Ἀρειανὸν
ἐπίσκοπον παντελῶς ἐβδελύξατο, καὶ καθὼς αὐτῷ ἥρμοζε
τὴν κακοπιστίαν αὐτοῦ ἀξίως διελέγξας, τοῦτον ἀφ' ἑαυτοῦ
ἀπεβάλετο. Εἰ γὰρ καὶ ἔξωθεν δεδεμένος ἔκειτο, ἀλλ'
ἔνδον παρ' ἑαυτῷ τῷ τοῦ λογισμοῦ φωτὶ ἀμέριμνος
ἵστατο. Ὑποστρέψας δὲ ὁ Ἀρειανὸς ἐπίσκοπος πρὸς τὸν
δυσσεβῆ τούτου πατέρα, καὶ τὰ ῥηθέντα αὐτοῦ ἐπαγγείλας
ἔβρυξεν κατ' αὐτοῦ. Παρευθὺς δὲ τοὺς ἐπιφανεῖς
τῶν ἀρχόντων αὐτοῦ ἀποστείλας, τούτοις ἐκέλευσεν, ἵνα
τὸν σταθηρὸν τοῦ Θεοῦ ὁμολογητὴν, ἐν τῷ τόπῳ ἔνθα
ἔκειτο, ἀποκτείνωσιν. Ὅπερ καὶ γέγονεν. Ἡνίκα γὰρ
πρὸς αὐτὸν εἰσῆλθον, καὶ τὴν ἀξίνην ἐν τῷ ἐγκεφάλῳ
αὐτοῦ ἐμπήξαντες, τὴν τοῦ σώματος αὐτοῦ ζωὴν ἀφείλοντο.
[ Οὕτως δὲ αὐτὸν ἐνίσχυσαν φονεῦσαι, ὥστε καὶ
πρὸ τοῦ φονευθῆναι αὐτὸς εἰς ἑαυτὸν συνεστῶτα, τοῦτον
ἐπιπλῆξαι καὶ παροικειώσασθαι.] Διὰ δὲ τὸ ἐπιδειχθῆναι
τὴν ἀληθινὴν αὐτοῦ δόξαν, οὐ παρέλειψαν ἄνωθεν θαύματα
αὐτόθι γίνεσθαι. Ἐν γὰρ τῇ νυκτερινῇ ἡσυχίᾳ ἤρξαντο
ἄσματα ψαλμῳδίας ἐν τῷ σώματι τοῦ ῥηγὸς καὶ
μάρτυρος ἀκούεσθαι, καὶ λαμπάδες ἅπτουσαι αὐτόθι
φαίνεσθαι, καὶ διὰ τοῦτο μάρτυρος, ὅτι μάρτυρες ἀληθῶς
οἱ ἐκεῖσε παραγενόμενοι. [(Sic.)] Ὅθεν καὶ γέγονεν, τὸ σῶμα
αὐτοῦ παρὰ πάντων πιστῶν σεβασθῆναι, ὡς ἀληθινοῦ
δηλαδὴ μάρτυρος. Ὁ δὲ κακόπιστος καὶ τεκνοκτόνος αὐτοῦ
πατὴρ, 347 δι' ὧν τοῦτο εἰργάσατο μεταγνοὺς,
τῷ πόνῳ ἑαυτὸν συνετάραξεν, οὐ μέν τοί γε πρὸς τὸ ἐγκρατῆ
γενέσθαι τῆς σωτηρίας ἑαυτὸν ἐπέδωκεν. Ὅτι γὰρ
ἀληθὴς ὑπάρχει ἡ καθολικὴ πίστις, ἐπέγνω, τὸ δὲ ἔθνος
αὐτοῦ φοβηθεὶς, ταύτῃ προσελθεῖν οὐκ ἠξιώθη. Ἀσθενείας
δὲ αὐτῷ ἐπελθούσης, καὶ ἐν τοῖς ἐσχάτοις ἀπενεχθέντος,
Λεάνδρῳ τῷ ἐπισκόπῳ, ὅνπερ πρότερον σφοδρῶς ἦν καταπλήξας,
Ῥεχάρεδον τὸν υἱὸν αὐτοῦ καὶ ῥῆγα, ὃν ἐν τῇ
ἰδίᾳ αἱρέσει κατελίμπανεν, παραθέσθαι ἔσπευσεν, ἵνα καὶ
εἰς τοῦτον τοιαῦτα ἐργάζηται, οἷα τῇ αὐτοῦ διδασκαλίᾳ,
καὶ εἰς τὸν ἐκείνου ἀδελφὸν πεποίηκεν. Τῆς οὖν τοιαύτης
παραθέσεως πληρωθείσης, παρευθὺ ἐτελεύτησεν. Ῥεχάρεδος
δὲ ὁ ῥὴξ οὐχὶ τῷ κακοπίστῳ πατρὶ ἀκολουθήσας,
ἀλλὰ τῷ μάρτυρι ἀδελφῷ ἑπόμενος, ἀπὸ τῆς δυσωνύμου
Ἀρειανῆς αἱρέσεως ἐπέστρεψεν, καὶ ὅλον τὸ τῶν Οὐισιγότθων
ἔθνος εἰς τὴν ἀληθινὴν ὡδήγησεν πίστιν· μὴ συγχωρῶν