PL 87, col. 123
Epistolae (Martinus I), J. P. Migne
γὰρ ὅτι ἰδιότης φυσικὴ τῆς καθ' ἡμᾶς οὐσίας καθέστηκεν,
ἡ οὐσιώδης αὐτῆς ἐνέργεια καὶ θέλησις. Ἧς ἀναιρουμένης,
καὶ ἡ φύσις αὐτὴ συναναιρεῖται πάντως, ὡς οὐκ ἔτι
γνωριζομένη διὰ τῆς οὐσιωδῶς χαρακτηριζούσης αὐτὴν
φυσικῆς ἰδιότητος. Διὸ καὶ ἰσαρίθμους ταῖς ἡνωμέναις
αὐτοῦ καθ' ὑπόστασιν φύσεσι, δύο τε αὐτοῦ θελήσεις καὶ
ἐνεργείας φρονεῖν ἡμῖν παραδεδώκασιν, ἤγουν ἄκτιστον
καὶ κτιστὴν, θείαν καὶ ἀνθρωπίνην συμφυῶς ἡνωμένας,
καὶ μαρτυροῦσιν οἱ τούτων λόγοι τῇ πράξει τῶν ὑπομνημάτων
ἡμῶν ἐνταγέντες, εἰς ἀπόδειξιν τῆς ἀληθείας, καὶ
πάσης ὑπερλάμποντες ἡλιακῆς ἀκτῖνος. Αὐτῶν οὖν τῶν
ταῦτα διδασκόντων ἡμᾶς ἁγίων Πατρῶν τὴν εὐθείαν ὁδὸν,
ἤγουν τὴν ὀρθόδοξον πίστιν ἀπωσάμενοί τε καὶ ἀπολιπόντες
οἱ ῥηθέντες ἀντικείμενοι ἄνδρες, ἐπορεύθησαν τῇ ὁδῷ
τοῦ Βαλαὰμ, τοῦ Βοσὸρ, τουτέστι τῇ κακοπιστίᾳ τῶν
αἱρετικῶν, καὶ τῇ αὐτονομίᾳ τῆς πλάνης αὐτῶν ἐξεχύθησαν,
καὶ τῇ ἀντιλογίᾳ τῆς ἀπειθείας αὐτῶν ἐσκληρύνθησαν,
ἀστέρες ὄντες πλανῆται, καὶ νεφέλαι ἄνυδροι, καὶ
δένδρα φθινοπωρινὰ ἄκαρπα, δὶς ἀποθανόντα καὶ ἐκριζωθέντα,
κύματα ἄγρια θαλάσσης ἀπαφρίζοντα τὰς ἑαυτῶν
αἰσχύνας, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται
μὴ μεταβαλλομένοις, ἀλλὰ τῇδε κᾲκεῖσε, τὸν μολυσμὸν
τῆς οἰκείας αἱρέσεως, ἀφόβως ἐξακοντίζουσιν,
οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει,
καὶ ἐσεβάσθησαν καὶ προέκριναν τῶν εὐσεβῶν τῆς καθολικῆς Ἐκκλησίας δογμάτων, τὰ τῶν αἱρετικῶν
ἠπατημένα συγγράμματα πρὸς τὸ πᾶσι τρόποις σπουδάζειν,
ἢ πλανῆσαι τοὺς ἀκεραιοτέρους, ἢ διῶξαι
τοὺς ἐν Κυρίῳ μονιμωτέρους. Ὅπερ ἤδη καὶ εἰς πολλοὺς
τῶν εὐσεβῶν ἀνδρῶν ἐξειργάσαντο, σωματικῶς τούτους
κακοποιήσαντες, ἐπειδὴ ψυχικῶς οὐκ ἐξίσχυσαν, τῇ πέτρᾳ
τῆς αὐτῶν προσραγέντες ὀρθοδόξου πίστεως, ἐφ' οἷς
διὰ τὰς ἀτόπους αὐτῶν πράξεις καὶ τὰς ἀτοπωτέρους
καινοτομίας σπαραττόμενοι καὶ τὰ αἰσθητήρια μαιμασσόμενοι
τῆς καρδίας κατὰ τὸν θεῖον Ἱερεμίαν, οἱ ἐν μακαρίᾳ
τῇ μνήμῃ προηγησάμενοι ἡμᾶς ἀρχιερεῖς, οὐκ
ἐπαύσαντο μαρτυρόμενοι καὶ παραινοῦντες αὐτοῖς, ἐνδοῦναι
τῆς τοιαύτης αὐτῶν αἱρέσεως καὶ προσελθεῖν τῇ
ὑγιαινούσῃ διδασκαλίᾳ, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολοῦνται
τελείως ἐκ τῆς ὁδοῦ τῶν δικαίων, ἤγουν τῆς εὐσεβοῦς
τῶν ἁγίων πατρῶν ὁμολογίας. Τοῦτο δὲ προνοητικῶς
οὐ μόνον αὐτοὶ πεποιήκασιν, ἀλλὰ καὶ ἕτεροι πλεῖστοι
τῶν εἰς διαφόρους ἐπαρχίας παροικούντων εὐλαβῶν
ἐπισκόπων, ἢ μᾶλλον εἰπεῖν, ὁλόκληροι σύνοδοι διὰ τῶν
οἰκείων γραμμάτων οὐκ ἐκείνους προτρεπόμενοι μόνον
διορθώσασθαι τὴν οἰκείαν αἵρεσιν, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς,
ἤγουν τὸν ἡμέτερον ἀποστολικὸν θρόνον, ἐπευχόμενοι,
καὶ παρεγγυῶντες διαναστῆναι κανονικῶς, καὶ μὴ μέχρι
τέλους παρεᾶσαι νεμομένην ἐν τοσούτοις χρόνοις τὰς τοῦ
Θεοῦ καθολικὰς Ἐκκλησίας τὴν τῶν ἐναντίων καινοτομίαν.
Ὅθεν ἐκ πάντων σχεδὸν ἀγαπητικῶς ὑπομιμνησκόμενοι
τῶν ἱερέων, οὐκ ἔκλιναν τὸ οὖς αὐτῶν εἰσακοῦσαι τῆς φωνῆς
τῶν παρακαλούντων αὐτοὺς, οὔτε τὸν αὐχένα τῆς καρδίας
αὐτῶν ἐμάλαξαν εἰς τὸ ἐπιστρέψαι πρὸς Κύριον.
Ἀλλ' ὅπερ φησὶ περὶ τῶν ἀπειθούντων ὁ Κύριος, τοῦτο
καὶ ἐπὶ τούτοις γεγένηται. Λέγει γὰρ διὰ τοῦ προφήτου·
Ὅτι ἐξαπέστειλα πρὸς αὐτοὺς πάντας τοὺς δούλους μου
τοὺς προφήτας ἡμέρας καὶ ὄρθρου, καὶ ἀπέστειλα καὶ
οὐκ εἰσήκουσάν μου, καὶ οὐ προσέσχε τὸ οὖς αὐτῶν, καὶ