PL 87, col. 127

Epistolae (Martinus I), J. P. Migne

Οὗ χάριν, ὡς εἴρηται, καὶ ἡμεῖς κατὰ τὴν ἀδιαίρετον κοινωνίαν
τοῦ πνεύματος ἐπὶ τὸ αὐτὸ συνελθόντες, ἐσπουδάσαμεν
διὰ πράξεως ὑπομνημάτων παράλληλα θέσθαι κατὰ
διαστολὴν εὐκρινῆ, τάτε τῶν ἁγίων Πατρῶν καὶ τῶν οἰκουμενικῶν
πέντε συνόδων ἱερὰ θεσπίσματα, καὶ τὰ δόγματα
τῶν ἀπίστων αἱρετικῶν, τῶν τε παλαιῶν καὶ τῶν
νῦν ἀναφυέντων κατὰ τῆς πίστεως μετὰ τῆς ἀσεβοῦς αὐτῶν
ἐκθέσεως, καὶ τοῦ ἀσεβεστέρου τύπου, πρὸς τὸ δεῖξαι
πᾶσι τοῖς ἐντυγχάνουσι τὴν διαφορὰν τοῦ φωτὸς καὶ
τοῦ σκότους, ἤγουν τῆς πατρικῆς ἀληθείας καὶ τῆς αἱρετικῆς
κακοδοξίας, καὶ ὡς οὐδεμία κοινωνία τοῖς αἱρετικοῖς
ὑπάρχει, πρὸς τοὺς ἁγίους Πατέρας, ἀλλὰ καθ' ὅσον
ἀπέχουσιν Ἀνατολαὶ ἀπὸ Δυσμῶν, τοσοῦτον ἀπέχουσιν
οἱ ἀσεβεῖς αἱρετικοὶ λόγῳ τε καὶ διανοίᾳ τῶν θεολόγων
ἀνδρῶν. Ὅθεν τοὺς μὲν ἁγίους Πατέρας ὁριστικῶς ἐκυρώσαμεν,

μετὰ πάντων τῶν ἱερῶν αὐτῶν κηρυγμάτων, καὶ
πάντων τῶν σὺν ἡμῖν εἰλικρινῶς αὐτούς τε καὶ αὐτὰ
προσδεχομένων. Τοὺς δὲ δυσσεβεῖς αἱρετικοὺς ἀνεθεματίσαμεν
μετὰ πάντων τῶν βεβήλων αὐτῶν δογμάτων καὶ
τῆς ἀσεβοῦς ἐκθέσεως καὶ τοῦ ἀσεβεστέρου τύπου, καὶ
πάντων τῶν τούτοις εἴτε τῶν παρ' αὐτῶν ἐκδοθέντων ἢ
ἀκροωμένων, ἢ διεκδικούντων, ἢ ὑπεραπολογουμένων αὐτῶν,
ἵνα καὶ ὑμεῖς πάντες οἱ κατὰ πᾶσαν παροικοῦντες
τὴν οἰκουμένην εὐσεβεῖς καὶ ὀρθόδοξοι, ταῦτα παρ' ἡμῶν
εὐσεβῶς πραχθέντα γινώσκοντες, εἰς ἀσφάλειαν τῆς
καθολικῆς Ἐκκλησίας συμφώνως ἡμῖν τὰ ὅμοια πράξητε,
καὶ κυρώσητε μὲν πάντας τοὺς ἁγίους Πατέρας, ἐγγράφως
συναινοῦντες αὐτοῖς τε καὶ ἡμῖν εἰς τὴν ὀρθόδοξον πίστιν,
ἀναθεματίσητε δὲ καὶ πάντας τοὺς αἱρετικοὺς τοὺς πάλαι
καὶ νῦν, αὐτὴν τὴν ἁγιωτάτην ἡμῶν πίστιν ἀναιδῶς

πολεμήσαντας, μετὰ τῆς ἀσεβοῦς ἐκθέσεως, καὶ τοῦ ἀσεβεστέρου
τύπου, καὶ τῶν τούτοις, ἤτοι τῶν ἀτόπως ἐκτεθέντων
παρ' αὐτῶν προσδεχομένων, ἵνα καρπὸν εὐσεβοῦς
ὁμολογίας, τὴν τῶν οἰκείων κληρονομήσητε σωτηρίαν.
Διὰ τοῦτο γὰρ τὰ παρ' ἡμῶν ὑπὲρ τῆς καθολικῆς
Ἐκκλησίας συνοδικῶς πραχθέντα, πανταχοῦ τοῖς πᾶσιν
ἐστείλαμεν, ἵνα τὸ τοῦ σκοποῦ πληρώσαντες ἔργον, ἡμεῖς
μὲν ἑαυτοὺς ἀνευθύνους ὄντας γνωρίσωμεν ἐνώπιον τοῦ
Θεοῦ, καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἐφ' ὧν ὑπ' αὐτοῦ κριθησόμεθα,
μετὰ τῶν ταῦτα παρ' ἡμῶν δεχομένων κατὰ
τὴν αὐτοῦ φοβερὰν ἐπιφάνειαν, ἀναπολογήτους δὲ τοὺς μὴ
πειθομένους ἀποδείξωμεν, ὡς οὐδεμίαν ἔχοντας πρόφασιν
περὶ τῆς ἑαυτῶν ἀπιστίας μετὰ τὴν φανέρωσιν τῆς ἀληθείας.
Λέγει γὰρ ὁ Κύριος· Εἰ μὲ ἦλθον καὶ ἐλάλησα σὐτοῖς,

ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ
τῆς ἁμαρτίας αὐτῶν. Καὶ ὁ Ἀπόστολος εἶπε· Κατανοῶμεν
ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ
ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν καθὼς ἔθος τισὶν,
ἀλλὰ παρακαλοῦντες καὶ τοσοῦτον μᾶλλον, ὅσον βλέπομεν
ἐγγίζουσαν τὴν ἡμέραν. Ἑκουσίως γὰρ ἁμαρτανόντων
ἡμῶν, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι
περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία· φοβερὰ δέ τις ἐκδοχὴ
κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους.
Οἴδαμεν γὰρ τὸν εἰπόντα· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω,
λέγει Κύριος. Οὗ χάριν ἀσφαλιζόμενος ἡμᾶς
προστάσσει λέγων· Καὶ σὺ, υἱὲ ἀνθρώπου, λάλησον τοῖς
υἱοῖς τοῦ λαοῦ σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Γῆ ἐφ' ἣν ἂν
ἐπέλθοι ῥομφαία ἐπ' αὐτὴν, καὶ λάβοι ὁ λαὸς τῆς γῆς ἄνθρωπον
ἕνα ἐξ αὐτῶν, καὶ δώσουσιν αὐτὸν αὐτοῖς εἰς

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.