PL 87, col. 131

Epistolae (Martinus I), J. P. Migne

Λέγει γὰρ ὁ Κύριος· Πᾶσα βασιλεία ἐφ' αὐτῆς μερισθεῖσα,
οὐ σταθήσεται, καὶ πᾶς ὅρος καὶ νόμος, ἐφ'
ἑαυτοῦ μερισθεὶς, οὐ σταθήσεται· καὶ εἰ ὁ τύπος ἐκβάλλει
τὸν τύπον, ἡ μὲν λέγουσα μίαν ἔχειν, ὁ δὲ λέγων μηδεμίαν
ἔχειν τὸν Κύριον θέλησιν, ἢ ἐνέργειαν, ἄρα ἐφ'
ἑαυτῶν ἐμερίσθη τούτων ἑκάτερον, πῶς οὖν σταθήσεται
τῶν ἐναντίων ἡ αἵρεσις, ὑφ' ἑαυτῆς καταργηθεῖσα μᾶλλον,
ἢ παρ' ἡμῶν ὡς ἕωλος καὶ ἀβέβαιος; Μὴ τοίνυν παρερχομένῃ
σκίᾳ μᾶλλον δὲ λυομένῃ φθορᾷ τὴν εἰς Χριστὸν τὸν
Θεὸν ὀρθόδοξον ὑμῶν πίστιν ἀπεμπολήσητε, θαυμάζοντες
τὰ πρόσωπα ὠφελείας χάριν, ἐπειδὴ ὡς ἄνθος χόρτου
παρελεύσεται· ἀνέστειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ
ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν, καὶ ἡ
εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο. Οὕτως καὶ ὁ
πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται, ἵνα μὴ τῇ

ἀγάπῃ τοῦ κόσμου προσπασχόντων ἡμῶν, ῥηθῇ καὶ περὶ
ἡμῶν, « Ἠγάπησαν γὰρ τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον
ὑπὲρ τὴν δόξαν τοῦ μόνου Θεοῦ, » καὶ ὑποπέσωμεν αἰωνίῳ
κρίματι. Φοβερὸν, ἀδελφοὶ, τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ
ζῶντος, τοῦ ἀποφαινομένου καὶ λέγοντος· Ὃς ἀρνήσεταί
με καὶ τοὺς ἐμοὺς λόγους ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι
κᾀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν
τοῖς οὐρανοῖς. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ
ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων, τῶν τὴν ἀλήθειαν
ἐν ἀδίκῳ πολεμούντων, ἢ προδιδόντων αἱρέσει. Διότι
τὸ γνωστὸν τοῦ Θεοῦ, φανερὸν γέγονεν αὐτοῖς. Ὁ Θεὸς
γὰρ αὐτοῖς ἐφανέρωσε διά τε τῶν ἁγίων ἀποστόλων, καὶ
προφητῶν, καὶ διδασκάλων, καὶ τῶν οἰκουμενικῶν πέντε
συνόδων, ὧν τὰ δόγματα νόμος τῆς καθολικῆς Ἐκκλησίας
ὑπάρχουσί. Καὶ ὅμως τούτων ἁπάντων, τὴν οἰκείαν

προέκριναν καινοτομίαν. Μηδεὶς οὖν ὑμᾶς ἐξαπατάτω καινοῖς
λόγοις. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ
τοὺς υἱοὺς τῆς ἀπειθείας· μὴ οὖν γίνεσθε συμμέτοχοι
τῶν δογμάτων αὐτῶν, μήτε κοινωνεῖτε τοῖς λόγοις αὐτῶν
τοῖς ἀκάρποις. Μᾶλλον δὲ καὶ ἐλέγχετε, ἐπειδὴ σύνοδος
ἀθετούντων εἰσὶ, καὶ ἐνέτειναν τὴν γλῶσσαν αὐτῶν ὡσεὶ
τόξον, ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν εἰς αὐτοὺς, ὅτι
ἐκ κακῶν εἰς κακὰ ἐξήλθοσαν, καὶ ἐμὲ οὐκ ἔγνωσαν, φησὶ
Κύριος. Ἀλήθειαν γὰρ οὐ μὴ λαλήσωσι, μεμάθηκεν ἡ
γλῶσσα αὐτῶν λαλεῖν ψευδῆ, ἠσέβησαν, καὶ οὐ διέλιπον
τοῦ ἐπιστρέψαι, καὶ οὐκ ἠθέλησαν τοῦ εἰδέναι με, λέγει
Κύριος. Στῆτε οὖν ὐμεῖς, ἀγαπητοὶ, ἐπὶ ταῖς ὁδοῖς, καὶ
ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίας, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ τῶν ἁγίων Πατρῶν, καὶ βαδίσατε
ἐν αὐτῇ· καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν,

ἀλλ' εἰ καὶ πάσχετε διὰ Χριστὸν, μακάριοί ἐστε. Τὸν δὲ
φόβον αὐτῶν μὴ φοβηθῆτε, μή δε ταραχθῆτε, Κύριον δὲ
τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. Αὐτοῦ λέγοντος,
ἐπακούσατε· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ
σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθῆτε
μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἐν γεέννῃ
ἀπολέσαι. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ
ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς
ὑμῶν; ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι
εἰσὶ· μὴ οὖν φοβηθῆτε αὐτοὺς, πολλῶν στρουθίων
διαφέρετε ὑμεῖς. Ἀναλογίσασθε γὰρ, ἀδελφοὶ, τὸν τοιαύτην
ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς ἑαυτὸν ἀντιλογίαν,
ἵνα μὴ ἐκκακῆτε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι·
οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.