PL 87, col. 134
Epistolae (Martinus I), J. P. Migne
ἀγωνιζόμενοι· πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ
κρείσσονα καὶ ἐχόμενα σωτηρίας, ὅτι οὔτε θάνατος, οὔτε
ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε
μέλλοντα, οὔτε δυνάμεις, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε
τις κτίσις ἑτέρα δυνήσεται ὑμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τῆς εἰς αὐτὸν
ὀρθοδόξου πίστεως. Μὴ οὖν ἀποβάλλητε τὴν ὁμολογίαν
ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν· ὑπομονῆς γὰρ
ἔχομεν χρείαν, πρὸς τὰς προσβολὰς τῶν ἐναντίων, ἵνα
τὴν πίστιν ἀκεραίαν μέχρι τέλους τηρήσαντες, ἀπολάβωμεν
τὰς ἐπαγγελίας, ἃς ἐπηγγειλατο τοῖς νομίμως
ἀθλοῦσιν ὁ Κύριος. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος
ἥξει, καὶ οὐ χρονιεῖ. Ἰδοὺ γὰρ ὁ κριτὴς πρὸ τῶν θυρῶν
ἕστηκε τοὺς στεφάνους ἱλαρῶς προτεινόμενος, τοῖς δι'
αὐτὸν ὑπομένουσιν. Ἀλλ' ἐὰν ὑποστείληταί τις, φησὶν,
οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ἐκπίπτει γὰρ τῆς ἐπαγγελίας,
ὁ τὴν εἰς αὐτὸν ὁμολογίαν, δι' ὑποστολῆς ἐξαρνούμενος.
Ἡμεῖς δὲ οὐκ ἐσμὲν ὑποστολῆς εἰς ἀπώλειαν· ἀλλὰ
πίστεως, εἰς περιποίησιν ψυχῆς. Διὰ τοῦτο ἀναλάβετε
τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ
ἡμέρᾳ τῇ πονηρᾷ κατὰ παντὸς αἱρετικοῦ ἀνδρός τε καὶ
δόγματος, καὶ ἐνδύσασθε τὸν θώρακα τῆς δικαιοσύνης,
ὑποδησάμενοι τοὺς πόδας, ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου
τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως,
ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ
πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου
δέξασθε, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα
Θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως ἐῤῤιζωμένοι καὶ
τεθεμελιωμένοι, ἵνα τὸ αὐτὸ μεθ' ἡμῶν λέγητε πάντες,
καὶ μὴ εἴη ἐν ὑμῖν σχίσματα, διαιροῦντα τὸ καλὸν καὶ
ἄρτιον σῶμα τῆς Ἐκκλησίας, εἰς ἀνομάλους καινοτομίας.
Ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῆ γνώμῃ
βεβαίως, ἵνα δι' αὐτῆς τὰς ὁδοὺς ἡμῶν ὀρθοτομοῦντες, εἰς
αὐτὸν ἀκλινῶς καταντήσωμεν τὸν πιστευόμενον Κύριον,
πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν
ἀποδεδοκιμασμένον διὰ τῆς αὐτῶν ἀσεβοῦς αἱρέσεως,
παρὰ δὲ Θεοῦ ἐκλεκτὸν ἔντιμον, μᾶλλον δὲ Θεὸν κατὰ φύσιν
ὑπάρχοντα κᾂν εἰ γέγονε σὰρξ δι' ἡμᾶς· καὶ αὐτοὶ ὡς
λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα
ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας αὐτῷ, εἰς ὀσμὴν
εὐωδίας. Καὶ τὰ νῦν, ἀδελφοὶ, παρατιθέμεθα πάντας ὑμᾶς
τῷ Κυρίῳ καὶ τῷ Λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ
τελειῶσαι καὶ δοῦναι τὴν ὁλοκληρίαν ἐν τοῖς ἡγιασμένοις
πᾶσιν. Αὐτὸς δὲ ὁ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως,
δῴη ὑμῖν, τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, καὶ ἐν αὐτῷ
πάντοτε καὶ ἐν πᾶσιν, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι καὶ
μιᾷ καρδίᾳ δοξάζωμεν αὐτὸν, ἐν ὁμονοίᾳ τῆς ὀρθοδόξου
πίστεως, τὸν δυνάμενον στηρίξαι ὑμᾶς κατὰ τὸ εὐαγγέλιον
αὐτοῦ κατὰ ἀποκάλυψιν μυστηρίου, χρόνοις αἰωνίοις
σεσιγημένου, φανερωθέντος δὲ διά τε τῶν γραφῶν ἁγίων
καὶ πατρικῶν, ἤτοι θεοπνεύστων διδασκαλιῶν, κατ' ἐπιταγὴν
τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντας
ἡμᾶς γνωρισθέντος. Μόνῳ σοφῷ Θεῷ Κυρίῳ ἡμῶν Ἰησοῦ
Χριστῷ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα,
τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
EPISTOLA II, MARTINI PAPAE AD AMANDUM EPISCOPUM TRAJECTENSEM. Dissuadet ne episcopatum abdicet; mittit acta synodi Romanae, ut ab episcopis Galliae, congregata synodo, confirmentur; monet ut Sigeberto regi suggerat de mittendis in urbem episcopis, qui legatione ad imperatorem fungantur.