PL 96, col. 387

Epistolae (Leo II), J. P. Migne

Λέοντι τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀρχιεπισκόπῳ
τῆς ἀρχαίας καὶ περιδόξου πόλεως Ῥώμης, καὶ οἰκουμενικῷ
παπᾳ.
Τῆς τῶν οὐρανῶν ἀκατάληκτου βασιλείας τε καὶ μακαριότητος
ἐφιέμενοι, καὶ πρὸς τὴν πνευματικὴν υἱοθεσίαν
τὸν φιλευσεβῆ σκοπὸν ἡμῶν διευθύνοντες, ἐκεῖνα
διαμελετῶμεν καὶ πράττομεν, ὅσα τοῦ σπουδαζομένου
τυχεῖν ὑποτίθεται. Τί οὖν ὁ Κύριος ἐν Εὐαγγελίοις
ἐπηγγείλατο; « Μακάριοι οἱ εἰρηνοποιοὶ, ὅτι αὐτοὶ υἱοὶ

Θεοῦ κληθήσονται. » Ταύτης δὴ τῆς ἐπαγγελίας τῆς καὶ
πρὸς θείαν ἡμᾶς ἀναβιβαζούσης συγγένειαν, καὶ τὴν τῆς
υἱοθεσίας χαριζομένης εὐγένειαν ἐντὸς γενέσθαι βουλόμενοι,
καὶ τὸν περιστέψαντα ἡμᾶς Χριστὸν αὐτὸν ἐκμιμούμενοι,
καὶ τὸ πᾶν ἐν ἑαυτῷ τῷ Θεῷ καταλλάξαντα,
πρὸς εἰρήνην τε καὶ ὁμόνοιαν τὴν ἡμετέραν φιλόχριστον

Text from the Corpus Corporum (University of Zurich).

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.