PL 96, col. 390
Epistolae (Leo II), J. P. Migne
πολιτείαν ἄγειν σπουδάζομεν· ἐξαιρέτως δὲ
τῆς τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν εὐταξίας φροντίζομεν,
καὶ τὴν τῆς πίστεως ἕνωσιν διὰ παντὸς ἐμπορεύεσθαι
προνοούμεθα. Λίαν τοίνυν καὶ οὐ μετρίως ἐχαλεπαίνομεν,
καὶ τὸ λοιπὸν οὐκ ἐφέρομεν τὴν τοσαύτην τῷ
χρόνῳ διάστασιν συνακμάσασαν, ὥστε καὶ τοὺς ἀπίστους
τοῖς φιλοχρίστοις ἐπιγελᾷν, καὶ εὐφροσύνην ἡεῖσθαι
τὴν τῶν Χριστιανῶν εἰς ἀλλήλους ἀπέχθειαν· τὴν
πρὸς ἐκείνους γὰρ ἀφέντες ἀντιπαράταξιν, κατ' ἀλλήλων
τὰς γλώσσας ἠκονημένῳ ξυρῷ ταῖς δυσφημίαις ἐξώπλιζον,
καὶ τὴν πίστιν ταῖς διχονοίαις συγκατεδίχαζον.
Ταῦτα πρὸ τῶν ἡμετέρων χρόνων ἀρξάμενα, καὶ εἰς
τοσοῦτον κακίας ἐλάσαντα, ὥστε καὶ τὸ πάθος ἀνίατον
μένειν δοκεῖν, στῆσαι μὲν ἦν χαλεπὸν, μὴ στῆσαι δὲ
χαλεπώτερον. Καὶ παρώργιζον μὲν Θεὸν, παρώργιζον
δὴ καὶ τὴν ἡμῶν ἡμερότητα. Οὐκ ἄλλως τοίνυν τὴν
συνέχουσαν νόσον τὰς Ἐκκλησίας τοῦ Θεοῦ θεραπεῦσαι
διέγνωμεν, εἰ μήπως δὴ τοὺς τοῦ Θεοῦ μὲν ἱερεῖς καὶ
θεράποντας, τῶν δὲ τοιούτων θεραπευτὰς εἰς ἐπίσκεψιν
προτρεψόμεθα. Πολλάκις γὰρ ἡ Ἐκκλησία ταῖς
εἰσβολαῖς τῶν αἱρέσεων ἐπικινδύνως ἐνόσησεν, ἀλλ' οὐχ
ἑτέρως ἐδέξαατο τῆς ὀρθοδοξίας τὴν ἴασιν, εἰ μὴ ταῖς
τῶν εὐσεβῶν καὶ φιλοχρίστων βασιλέων προσκλήσεσι,
ταῖς δὲ τῶν Θεοφόρων ἱερέων συννεύσεσί τε καὶ συνελεύσεσι.
Διὸ δὴ τὴν μὲν τοῦ ἐν ἁγίοις πάπα Ἀγάθωνος
μακαριότητα δἰ εὐσεβῶν ἡμῶν κεραιῶν στεῖλαί τινας
τοὺς τὸ πρόσωπον αὐτοῦ ἐπέχοντας προετρέψαμεν.
τοὺς δὲ λοιποὺς ἁγιωτάτους προέδρους διηγορεύσαμεν
τοὺς ὑπ' αὐτὸν ἕκαστον ὁσιωτάτους ἱερεῖς συγκαλέσαντα,
πάντας ὁμοῦ κατὰ τὴν θεοφύλακτον ἡμῶν καὶ
βασιλίδα συναγείρεσθαι πόλιν· ὥστε τοῦ μὲν σεσηπηκότος
ἢ σκανδαλίζοντος μέλους τὸ ἀλυσιτελὲς ἐκτεμεῖν,
ἡνίκα μὴ βούλητε μάλιστα τὸ θεραπεύεσθαι δέχεσθαι·
τὸ δἐ λοιπὸν ἅπαν καταῤῥῶσαι σῶμα Χριστοῦ τοῖς τῆς
εὐσεβείας δόγμασί τε καὶ καταπλάσμασι. Συμφέρει γὰρ
εὐαγγελικῶς εἰπεῖν, ἵνα ἓν μέλος ἀπόληται. Καὶ σώζηται
τῆς Ἐκκλησίας ὅλης τὸ πλήρωμα· καὶ δὴ κατὰ
τὴν ἡμετέραν πρόσκλησίν τε καὶ πρόσταξιν τῶν τε τοῦ
μέρους τῆς ὑμετέρας μακαριότητος, τῶν τε συνθρόνων
αὐτῇ μετ' αὐτὴν ἁγιωτάτων πατριαρχῶν, καὶ τῶν λοιπῶν
ἁπάντων ὁσιωτάτων ἐπισκόπων τῇ ἡμετέρα συνελθόντων
τε καὶ συνεδρευσάντων φιλευσεβεῖ γαληνότητι τὸν περὶ
πίστεως διεγυμνάζομεν λόγον. Αὐτίκα γοῦν τὴν πρὸς
τὸ ἡμετερον κράτος τοῦ ἐν ἁγίοις πάπα Ἀγάθωνος ἀναφορὰν
οἱ τὸ πρόσωπον αὐτοῦ ἐπέχοντες προκομίσαντες,
φαμὲν δὴ, Ἀβουνδάντιος, Ἰωάννης, καὶ Ἰωὰννης οἱ
ἁγιώτατοι ἐπίσκοποι· Θεόδωρος καὶ Γεώργιος οἱ Θεοφιλέστατοι
πρεσβύτεροι, καὶ Ἰωάννης ὁ Θεοφιλέστατος
ἀρχιδιάκονος, καὶ Κωνσταντῖνος ὁ εὐλαβέστατος ὑποδιάκονος,
καὶ Θεόδωρος ὁ Θεοφιλέστατος πρεσβύτερος τῆς
ἐκκλησίας Ῥαβέννης, καὶ οἱ σὺν αὐτοῖς τῇ ἡμετέρᾳ γαλήνῃ
ταύτην ἀνέτειναν, ἣν εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι
κελεύσαντες τῆς ὑγιοῦς τε καὶ ἀνοθεύτου πίστεως ἐν
αὐτῇ τὸν χαρακτῆρα κατωπτρισάμεθα. Τάς τε γὰρ
εὐαγγελικάς τε καὶ ἀποστολικὰς φωνὰς ἀνακρίναντες,
τά τε παρὰ τῶν ἁγίων καὶ οἰκουμενικῶν συνόδων συγκροτηθέντα
καὶ ὁρισθέντα ταύτῃ συγκρούσαντες, καὶ ἅσπερ
ἔφερε χρήσεις τοῖς πατρικοῖς παραβαλόντες συντάγμασι,
καὶ μηδὲν εὑρηκότες ἀσύμφωνον, ἀπαραχά