PL 96, col. 391

Epistolae (Leo II), J. P. Migne

ρακτον τῆς ἀληθοῦς ὁμολογίας ἐν αὐτῇ τὸν λόγον κατενοήσαμεν.
Καὶ ὥσπερ αὐτὸν τὸν ἐξάρχοντα τοῦ ἀποστολικοῦ
χοροῦ τὸν πρωτοκάθεδρον Πέτρον τοῖς νοητοῖς
κατενοήσαμεν ὄμμασι τὸ τῆς οἰκονομίας ὅλης θεολογοῦντα
μυστήριον, καὶ διὰ τῶν γραμμάτων τῷ Χριστῷ προσφθεγγόμενον·
« Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ
ζῶντος. » Αὐτὸν γὰρ ὅλον Χριστὸν ὑμῖν τὸ ἱερὸν αὐτοῦ
γράμμα τῷ λόγῳ διέγραφεν· ὅπερ ἅπαντες ἀσπασίως τε
καὶ εἰλικρινῶς ἐδεξάμεθα, καὶ οἷον αὐτὸν Πέτρον ταῖς τῆς
ψυχῆς ἀγκάλαις ὑπεδεξάμεθα. Μόνος δὲ σὺν οἷς ὑπεσύρετο
Μακάριος ὁ μὴ μακάριος ἀπεστάτησεν, ὃς τῆς
Ἀντιοχέων προήδρευσε· καὶ τοῦ μὲν ζυγοῦ τοῦ Χριστοῦ
ἀπεναντίας ἑαυτὸν ὑπεξήγαγε, τῆς δὲ ἱερατικῆς ὁμηγύρεως
ἀπεσκίρτησε· μηδὲ γὰρ ὅλως συνθέσθαι τοῖς
πανιέροις Ἀγὰθωνος κατένευσε γράμμασιν, ὥσπερ ἂν

ε' καὶ κατ' αὐτοῦ τοῦ κορυφαίου Πέτρου μαινόμενος.
Πολλὴ μὲν οὖν ἡ παραίνεσις, πολλὴ δὲ καὶ ἡ παράκλησις
αὐτῷ προσεφέρετο. Πάσης γὰρ ἐπιστροφῆς ὁδὸν
ὑπεδείξαμεν· τί μὲν οὐ λέγοντες; τί δὲ οὐ τεχναζόμενοι
τῶν, ὅσα μάλιστα μὲν. . . . . τοῦ ἱερατικοῦ συλλόγου
χωρίζουσι. Διεπόμεθα γὰρ αὐτῷ [ἴσ., ἐλυπούμεθα γὰρ
αὐτῷ], πῶς γὰρ οὐχί; καὶ τοῖς οἰκτιρμοῖς τὸ σπλάγχνον
ἐσπαρασσόμεθα, διασπωμένῳ τῆς τοῦ Κυρίου ἀγέλης.
Ἀλλ' ὄψις πόρνης ἐγένετο αὐτῷ, καὶ τὸ τῆς ἀναισχυντίας
ἐνεδύσατο πρόσωπον, καὶ σὺν τῇ παρακλήσει καὶ
τὴν εὐσέβειαν ἀπεκρούσατο· οὐ γὰρ συνῆκε τοῦ συνιέναι·
καὶ λόγον ὅσιον ἐβδελύξατο. Καὶ τί μηκύνομεν τὴν περὶ
τούτων ἐξήγησιν, περὶ ὧν διηγεῖται λεπτομερέστερον
τῶν πεπραγμένων ἡ δύναμις; δἰ ὧν σταλέντων ὑμῖν τῶν

κινηθέντων ἁπάντων τὴν εἴδησιν ἀνιχνεύετε. Ἐπεὶ δὲ
οὕτως ἐσκλήρυνε, καὶ νεῦρον σιδηροῦν τὸν τράχηλον
ἀνετείνατο, καὶ τὸ πρόσωπον ἀπεχάλκωσε, τά τε ὦτα
τοῦ μὴ ἀκούειν ἐβάρυνε, καὶ τὴν καρδίαν ἔταξεν ἀπειθῆ
τοῦ μὴ εἰσακοῦσαι τοῦ νόμου· νόμος γὰρ ἐκ Σιὼν
ἐκπορεύεται, τῆς ἀποστολικῆς ἀκρωρείας τὰ δόγματα·
διά τοι ταῦτα καὶ ἡ ἁγία τε καὶ οἰκουμενικὴ σύνοδος
τὸν αὐτὸν φρενοβλαβῆ Μακάριον σὺν τοῖς αὐτῷ συναιρέταις
τοῦ μὲν ἱερατικοῦ σχὴματος ἀπεγύμνωσε.
Κοινῇ δὲ πάντες δἰ ἐγγράφου δεήσεως τὴν ἡμετέραν
γαλένην ἱκέτευσαν πρὸς τὴν ὑμετέραν τούτους παραπέμψαι
μακαριότητα. Τοῦτο δὴ καὶ πεπράχαμεν, καὶ πρὸς
ὑμᾶς ἐκείνους ἐστάλκαμεν, τῇ ὑμετέρᾳ πατρικῇ κρίσει
τὸ πᾶν περὶ αὐτῶν ἐπιτρέψαντες. Θεῖον δὲ καὶ σεβάσμιον
ὅρον ἡ ἁγία σύνοδος ἐξεβόησεν, ᾧ καὶ συνυπεγράψαμεν,

καὶ δἰ εὐσεβῶν ἡμῶν ἡδίκτων τοῦτον ἐπεκυρώσαμεν,
προτρέψαντες ἅπαντα τὸν φιλόχριστον ἡμῶν
λαὸν τῇ ἐν αὐτοῖς ἐγγεγραμμένῃ πίστει συνέπεσθαι,
καὶ μηδὲν τὸ παράπαν ἐφευρίσκειν αἱρεσιούργημα. Καὶ
δόξα τῷ ποιοῦντι δεδοξασμένα Θεῷ, τῷ παρ' ὑμῖν τὴν
πίστιν ἀπαρεγχείρητον διασώσαντι. Πῶς γὰρ οὐκ ἔμελλεν,
ἐν ᾗ πέτρᾳ τὴν Ἐκκλησίαν ἐθεμελίωσε, τὸ πύλαις
ᾅδου ταῖς αἱρετικαῖς ἐνεδρεύσεσι μὴ κατισχυθήσεσθαι
προηγόρευσεν; ἐξ ἧς ὥσπερ ἐξ οὐρανίων ἁψίδων τῆς
ἀληθοῦς ὁμολογίας ὁ λόγος ἀνέλαμψε, καὶ τὰς ψυχὰς
τῶν φιλοχρίστων ἐφώτισε, καὶ τὴν ὀρθοδοξίαν κατεψυγμένην
ἀνεζωπύρησε. Ταῦτα κατὰ σκοπὸν Θεοῦ συννεύσαντος
διηνύσαμεν, καὶ εἰς μίαν ποίμνην τὰ τοῦ
Χριστοῦ πρόβατα συνηλάσαμεν, οὐκέτι μὲν οὖν τοῖς
μισθωτοῖς και οὐκ οὖσι ποιμέσιν ἐξαπατώμενα, καὶ διὰ

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.