PL 96, col. 403

Epistolae (Leo II), J. P. Migne

ταῦτα τὰ πονήματα ἀξίως ἐμπνεύσῃ ἐν τῇ βασιλικῇ
ὑμῶν καρδίᾳ, καὶ αὐξήσῃ, καὶ πληρώσῃ ὑμῖν τὸ
φῶς τοῦ καθολικοῦ δόγματος, ἵνα φωτίζωνται [L., φυγαδεύωνται]
τῆς αἱρετικῆς φαυλότητος αἱ συννέφειαι;
Ἔπειτα καὶ τοὺς ληγαταρίους τούτου τοῦ ἀποστολικοῦ
θρόνου τῆς μητρὸς ὑμῶν τῆς Ῥωμαίων Ἐκκλησίας,
τοὺς οἰκέτας τῆς ὑμετέρας εὐσεβείας, Θεόδωρον
καὶ Γεώργιον τοὺς πρεσβυτέρους, καὶ Ἰωάννην τὸν
διάκονον τὰ ἡμέτερα τέκνα, καὶ Κωνσταντῖνον τὸν
ὑποδιάκονον καὶ ῥεγιωνάριον τῆς ἁγίας ἡμῶν Ἐκκλησίας
μετὰ τῶν σὺν αὐτοῖς ἀποδημησάντων προσώπων,
τῶν καὶ τοῦ προηγησαμένου ἡμᾶς τῆς ἀποστολικῆς
μνήμης Ἀγάθωνος τοῦ πάπα κατὰ τὴν ὀγδόην
ἐπινέμησιν ἕνεκεν τοῦ τῆς πίστεως πράγματος κατὰ
κέλευσιν τῆς ὑμῶν εὐσεβείας αὐτόθι σταλέντων, διὰ

τῆς ἔναγχος διελθούσης δεκάτης ἐπινεμήσεως τῷ
Ἰουνίῳ [L., Ἰουλίῳ] μηνὶ μετὰ θείων κεραιῶν τῆς
ὑμῶν φιλανθρωπίας, ἅμα καὶ συνοδικοῖς ὑπομνήμασι
μετὰ μεγάλης χαρᾶς καὶ εὐφροσύνης ἐπὶ τῷ Κυρίῳ
ἀγαλλιώμενοι ἐδεξάμεθα· καὶ ὥσπερ ἀπό τινων κυμάτων
λύπης εἰς εὐκταῖον γαλήνης λιμένα συνελθόντες καὶ
ἐνισχύσαντες μετὰ εὐχαριστίας ἠρξάμεθα βοᾷν· Κύριε,
σῶσον τὸν Κριστιανικώτατον ἡμῶν βασιλέα, καὶ ἐπάκουσον
αὐτοῦ, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσηταί σε,
οὗτινος διὰ τῆς θεοπνεύστου σπουδῆς κατὰ πᾶσαν
τὴν οἰκουμένην ἡ εὐσέβεια τῆς ἀποστολικῆς καὶ ἀληθοῦς
παραδόσεως ἀναζωπυρεῖ, καὶ ἡ δυσώδῃς τῆς
αἱρετικῆς φαυλότητος ἀχλὺς ἐματαιώθη. Ἄξιον οὖν
ἐστι τῷ προφήτῃ συμψάλλειν, καὶ λέγειν· « Κύριε ἐν τῇ

δυνάμει σοῦ εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ
σωτηρίῳ σοῦ ἀγαλλιάσεται σφόδρα. Τὴν ἐπιθυμίαν
τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν
τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν. Ὁ γὰρ « βασιλεὺς
καθήμενος ἐπὶ θρόνου, » καθώς πού τις σοφώτατός
φησι, « τῷ οἰκείῳ αὐτοῦ σκοπῷ διεσκέδασε πᾶν
πονηρόν. » Καὶ γὰρ τοῖς μόχθοις τῆς ὑμῶν εὐσεβείας τοῦ
Κυρίου συνεργοῦντος τὸ πονηρὸν διεσκορπίσθη, ὅπερ
ἡ τοῦ διαβόλου πονηρία πρὸς τὴν τῶν ἀνθρώπων
ἀπάτην ἐπήγαγε· καὶ τὸ ἀγαθὸν τῆς τῶν Χριστιανῶν
πίστεως, ὅπερ ὁ Χριστὸς πρὸς σωτηρίαν τῶν ἀνθρώπων
ἐχαρίσατο, τοῦτο ἐπικρατεῖ. Τοιγαροῦν τῶν
συνοδικῶν τὸ ὕψος ἀναδραμόντες, καὶ ἐπιμελῶς περιεργασάμενοι,
καὶ ἕκαστα τῶν ὑπομνημάτων ἀπαιτήσαντες,
τὰ αὐτὰ, ἅπερ καὶ οἱ τοῦ ἀποστολικοῦ

θρόνου ληγατάριοι ἐξηγήσαντο, τοῖς συμφωνοῦσιν ἐγγράφοις,
ηὕρομεν συμβαίνειν. Καὶ γὰρ ἐπέγνωμεν,
ὅτι ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ ἕκτη σύνοδος.
ἥτις κατὰ Θεοῦ χάριν τῷ βασιλικῷ προστάγματι
ἔναγχος ἐν τῇ βασιλίδι συνηθροίσθη πόλει, τὰ αὐτὰ,
ἅπερ καὶ ἡ οἰκουμενικὴ σύνοδος [L., ἅπερ καὶ ὅλῃ ἡ
σύνοδος] ἡ τῷ ἁγίῳ καὶ ἀποστολικῷ τούῳ θρόνῳ
συγκειμένη ὧτινι καὶ τὴν διακονίαν ἐκτελοῦμεν, συνῄνεσέ
τε καὶ ἐψηφίσατο ἐπὶ τῇ ὁλοκληρίᾳ τῆς ὀρθοδόξου
πίστεως, καὶ τοῖς τῶν πατέρων κανόσι, καὶ
ὁμογνωμόνως ἅμα ἡμῖν συνωμολόγησε τὸν ἕνα τῆς
ἁγίας καὶ ἀχωρίστου Τριάδος εἶναι τὸν Κύριον ἡμῶν
Ιησοῦν Χριστὸν ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀχωρίστως,
ἀδιαιρέτως τυγχάνοντα, ὡς ἀληθῶς Θεὸν

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.