PL 96, col. 402

Epistolae (Leo II), J. P. Migne

τῆς θεόθεν ὑμῖν προσπορισθείσης τιμῆς βασιλεύετε.
Τοῦτο γὰρ ἐκεῖνο ὑμᾶς ὠφελεῖ [L., ἐκεῖνο γὰρ ὑμᾶς
τοῦτο τοὺς ὑπὸ χεῖρα ὠφελεῖ]. Τὴν γὰρ δόξαν τοῦ
πατρικοῦ διαδήματος ἐπιτικτόμενοι καρποῦσθε τῇ
οὐρανίῳ εὐσπλαγχνίᾳ· ἡ γὰρ ὑμῶν εὐσέβεια καρπός
ἐστιν οἰκτιρμοῦ, ἡ δὲ ἐξουσία φύλαξ τῆς καταστάσεως.
Τοιγαροῦν δι' ἐκείνης ἡ βασιλικὴ διάνοια τῷ
Θεῷ προσαρμόζεται, διὰ ταύτης δὲ τὸ δικάζειν τοῖς
ὑπηκόοις προσμένεται. Ἐκείνης ἡ εὐπορία τοῖς πτωχοῖς
βοηθεῖ, ταύτης δὲ [L., ταύτης δὲ ἡ ἀγχίνοια]
τοὺς ἀποπλανηθέντας ἐκ τῆς ἀληθοῦς ὁδοῦ διορθοῦται.
Οὐδὲ γὰρ μικρά τις τῶν βασιλευόντων τυγχάνει ἡ
φροντὶς τοῦ τὰ σφαλερὰ διορθοῦσθαι, ὥσπερ καὶ ἐπὶ
τοῖς ἐναντίοις θριαμβεύειν· ἐπειδὴ ὡς νομίζω, αὐτῷ
τὴν ἑαυτῶν ἐξουσίαν ὑποτάσσουσι δουλεύοντες, οὗ

δηλονότι τῇ σκέπῃ καὶ τῷ δώρῳ βασιλεύουσι. Διὸ
καὶ θεόθεν προτυπωθεῖσα ἡ φιλόχριστος ὑμῶν εὐσέβεια,
καὶ ἄξιον κατοικητήριον τοῦ Πνεύματος τοῦ
ἁγίου ἐν τῷ κρυπτῷ τῆς οἰκείας καρδίας ἑτοιμάσασα,
ὅσον τὴν κεφαλὴν τῆς Ἐκκλησίας τὸν Κύριον Ἰησοῦν
Χριστὸν, τὸν κανόνα τῆς ἀληθοῦς εὐσεβείας περιπτυσσομένη
τῆς ἐξ αὐτοῦ δωρηθείσης αὐτῇ βασιλείας
ἀρχηγὸν ἀποδείκνυσι, τοσοῦτον τὸ σῶμα αὐτοῦ τὸ
σεβάσμιον, ὅπερ ἐστὶν ἡ ἁγία μήτηρ Ἐκκλησία, ὡς
γνήσιον καὶ πρωτότυπον αὐτῆς τέκνον περιθάλπον τε
καὶ φιλοτιμούμενον, ἐπὶ τῇ οἰκείᾳ ἀδιακοσμήτῳ [ὐδιακινήτῳ]
στεῤῥότητι χαίρειν ἐποίησε. Καὶ γὰρ γέγραπται
περὶ ὑμῶν, φιλανθρωπότατε βασιλέων, καὶ
περὶ τῆς αὐτῆς ἁγίας Ἐκκλησίας τῆς ἐν ὅλῳ διακειμένης

τῷ κόσμῳ· « Ἔσονται, φησὶ, βασιλεῖς οἱ τροφεῖς
σοῦ· » ὡσαύτως δὲ γέγραπται· « Τιμὴ βασιλέως κρίσιν
ἀγαπᾷ. » Ἐπειδὴ τὰ θεῖα τῶν ἀνθρωπίνων προτιμῶντες
πραγμάτων, καὶ τὴν ὀρθόδοξον πίστιν ἀπροσπαθῶς
τῶν βιωτικῶν προκρίνοντες φροντίδων, τί ἕτερον, ἤπερ
ὅτι τὴν τοῦ Θεοῦ κρίσιν σεβάζεσθε, καὶ καθαρωτάτην
θυσίαν καὶ ὁλοκαύτωμα ἐκκαῖον θείαν εὐωδίαν
ἐν τῷ βωμῷ τοῦ ὑμετέρου στήθους σφαγιάζετε
τῇ αὐτοῦ ἀοράτῳ μεγαλειότητι. Ταῦτα ἐναργῶς λέγεσθαι
περὶ τῆς προθέσεως τοῦ εὐσεβοῦς ὑμῶν
λογισμοῦ, Χριστιανικώτατε βασιλέων, τῆς τοῦ Θεοῦ
χάριτος ἐνεργούσης, θαῤῥοῦμεν. Δι' ἧς καὶ μόνης πᾶσα
πλάνη νενίκηται, καὶ ἡ ὀρθότης τῆς εὐαγγελικῆς καὶ
ἀποστολικῆς πίστεως σὺν τῷ συνδέσμῳ τῆς εἰλικρινοῦς
ἀγάπης παρὰ πᾶσι τοῖς προέδροις τῶν τοῦ

Χριστοῦ Ἐκκλησιῶν ἐπικρατεῖ. Ἐκεῖ γὰρ ἡ ἀλήθεια
τῆς τῶν Χριστιανῶν πίστεως διαλάμπει, ἔνθα ὁμολογουμένως
ἡ διττὴ ἀγάπη τοῦ Θεοῦ καὶ τοῦ πλησίον
ὑπερζέει. Διόπερ εἰ μὴ τὸ ἑκάτερον τούτων ὁ συμβασιλεὺς
τῶν βασιλευόντων, ὁ παντοδύναμος Θεὸς
ἐφιλοτιμήσατο τοῖς ἑαυτοῦ ἱερεῦσιν, οὐδαμῶς ἡ βασιλικὴ
εὐγένεια τοῖς ἐσχάτοις ἑαυτῆς δούλοις συγκατέβαινε,
καὶ πρὸς ὀλίγον τοῦ βασιλικοῦ ὕψους ἐξαιρέτου
τυγχάνοντος ἑαυτὴν [L., ἐξηρημένου, ἑαυτὴν]
ἐπεπόθει συναρίθμιον εἶναι τοῦ τῶν ἱερέων καταλόγου
διὰ τὸν πρὸς Θεὸν ζῆλον. Ὤ ποία ἔνδοξος καὶ ὑψηλοτάτη
καὶ ἀληθὴς ταπείνωσις, ἥτις διὰ τὸν πρὸς
Θεὸν πόθον συγκαταβῆναι κατηξίωσε. Τοίνυν τί περιλέλειπται,
ἐξοχώτατε σεβαστῶν, καὶ πιστότατε· βασιλέων,
εἰ μή τοί γε ἵνα ὁ Θεὸς ὁ παρέχων τὴν ἐπίδοσιν,

Text from the Corpus Corporum (University of Zurich).

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.