PG 102, col. 733

όρωμέναις σωφρονίζεσθαιο καὶ τῶν φθασάντων
ὑπάρχει βεϐαίωσις, ἦ τῶν ἐνεστηκότων συμφώνησις·
Ούτω δι’ ὂ τούτους ἐπιμένοντας αὐτῶν τῇ πολυτρόπῳ
πλάνη, πάσης ἁγίλης Χριστιανῶν ἐκκηρύττους έποιη-
σάμεθα ο καὶ γὰρ καὶ ό τῶν ἁγίων ἀποστόλων τέ-
ταρτος καὶ έξηκοστός κανὼν, τοὺς έν τοῖς Σάϐϐασιν
νηστείαν έπιτηδεύοντας, ὧδέ πως ἆπορῥαπίςων
φησίν .
κθ’. Εἴ τις κληρικός εὑρεθείη τήν Κυριακήν
ἡμέραν νηστεύων, ἣ τὸ Σάϐϐατον, πλήν τοῦ
ένὸς μόνου, καθαιρείσθω· εἰ δὲ λαῖκός εἴη, ἀφοο
ριςέσθω. Ναὶ δή καὶ ό τῆς ἁγίας καὶ οἰκουμενικῆς
ἕκτης συνόδου πέμπτος καὶ πεντηκοστὸς κανὼν οὓτω
πως ἀποφαινόμενος ·
λ’· Ἐπειδὴ μεμαθήκαμεν τοὺς έν τῇ Ῥωμαίων
πόλειῖ έν ταῖς ἁγίαις τῆς τεσσαρακοστῆς νη-
στείαις, τοῖς ταύτης Σάϐϐασι νηστεύειν, παρὰ
τήν παραδοθεῖσαν ἓκκλησιαστικήν ἀκολουθίαν,
ἔδοξε τῇ ἁγίᾳ συνόδῳ, ὥστε κρατεῖν καὶ έπὶ
τὴν Ῥωμαίων Ἐκκλησίαν, ἁπαρασαλεύτως, τόν
κανόνα τόν λέγοντα, (( Εἰ τις κληρικός εὑρεθῆ
τῆ ἁγίᾳ Κυριακῆ νηστεύων, ἡ τὸ Σάϐϐατον,
πλὴν τοῦ ἐνὸς καὶ μόνου, καθαιρέσθω υ εἰ δε
λαῐκός εἰη, ἀφοριζέσοω. »
λα’. Ἀλλά γε δὴ καὶ ὁ τῆς έν Γάγγρᾳ συνόδου,
περὶ τῶν τὸν γάμον βδελυσσομένων, κανὼν τέταρτος
ταῦτά φησιν· Ei τις διακρίνοιτο παρὰ πρεσϐυτέ-
ρου γεγαμηκότος, ὡς μή χρῆναι, λειτουργή-
σαντος αὑτοῦ, προσφορὰς μεταλαμϐάνειν, ἀνά-
θεμα ἔστω. Ὡσαύτως δε ψῆφον ὁμόφωνον φέρει
κατ’ αὐτῶν, καὶ ἡ ἕκτη σύνοδος, τοῦτον ἀναγρά-
φουσα τὸν τρόπον· Ἐπειδὴ έν τῇ Ῥωμαίων Ἐκ-
κλησίᾳ, ἓν τάξει κανόνος παραδεδόσθαι διέγνω-
μεν, τούς μέλλοντας διακόνου, ἦ πρεσϐυτέρου
ἀξιοῦσθαι χειροτονίας, καθομολογεῖν, ὡς οὐκέτι
ταῖς αὐτῶν συνάπτονται γαμεταῖςο ἡμεῖς τῷ
ἀρχαίῳ έξακολουθοῦντες κανόνι, τῆς ἀποστο-
λικῆς ἀκριϐείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν
κατὰ νόμους συνοικέσια, καὶ ἀπὸ τοῦ νῦν έρῥῶ-
σθαι βουλόμεθα· μηδαμῶς αὐτῶν τὴν πρὸς
γαμετὰς συνάφειαν διαλύοντες, ἣ ἀποστεροῦντες
αύτούς τῆς πρὸς ἀλλήλους, κατὰ καιρόν τόν
προσήκοντα, ὁμιλίας. Ὥστε εἴ τις ἄξιος εὑρεθῇ
πρὸς χειροτονίαν διακόνου ἣ ύποδιακόνου,
οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τὸν τοιοῦτον βαθ-
μὸν έμϐιϐάζεσθαι, γαμετῇ συνοικῶν νομίμῳ’
μήτε μήν έν τῷ τῆς χειροτονίας καιρῷ ἆπαιτεί-
σθω ὁμολογεῖν, ὡς ἀποστήσεται τῇς νομίμου,
πρὸς τήν οἰκείαν γαμετήν, ὁμιλίας. Ἱνα μή
έντεύθεν, τὸν έκ Θεοῦ νομοθετιθέντα καὶ εύλο·
γηθέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον, καθυϐρίζειν
ίκϐιασθῶμεν, τῆς τοῦ Εύαγγελίου φωνῆς έκϐοο
ὡσης, ιι Ούς ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μή χω-
ριζέτω ο ι) καὶ τοῦ Ἀποστόλου διδάσκοντος,

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.