PG 105, col. 509

Ἐπειδὴ τοίνυν οε παρὰ τοῦ βασιλέως τότε πολλὰ
πειράσαντες. τὸ πρὸς παρανομίαν ἐνδόσιμον οὐχ
οἷοί τε ἐγεγόνεισαν παρὰ τοῦ Ίγνατίου λαῦεῖν. γενξ
ναίαις ἐνστάσεσι παραιτήσασθαι μὴ καταδεξαμένου,
παρ’ ἑαυτῶν ἐλαὸον τοῦτο λοιπόν ' καὶ πλεῖστα καθ’
ἑαυτοὺς συσκεψάμενοι, καὶ πᾶσαν κεκινηκότες βου-
λὴν, Φὼτιον πρωτοσπαθάριόν τε ὄντα καὶ πρωτο-
ασηκρῆτιν, είς ἀρχιερέα τῆς βασιλίδος προχειρίζονται,
Ἦν δὲ οὗτος ό Φὼτιος οὐ τῶν ἀγεννῶν τε καὶ ἀνωνύο
μων, ἀλλὰ καὶ τῶν εὐγενῶν κατὰ σάρκα, καὶ περιφα-
νῶν, σοφίᾳ τε κωμικῇ καὶ συνέσει τῶν ὲν τῇ πολι-
τεία στρεφομένων εὐδοκιμώτατος πάντων ἐνομίζετο.
Γραμματικῆς μὲν γὰρ καὶ ποιήσεως, ῥητορικής τε Β
καὶ φιλοσοφίας, να¹ι δὴ καὶ ἰατρικῆς, καὶ πάσης ἁλί-
γου δεῖν ἐπιστήμης τῶν θύραθεν τοσοῦτον αὐτῷ τὸ
περιὸν, ὡς μὴ μόνον σχεδὸν φάναι τῶν κατὰ τὴν αὑ-
τοῦ γενεὰν πάντων διενεγκεῖν, ἤδη δὲ καὶ πρὸς τοὺς
παλαιοὺς αὑτὸν διαμιλλᾶσθαι. Πάντα γὰρ συνέτρεχεν
ἐπ’ αὐτῷ, ἡ ἐπιτηδειότης τῆς φύσεως, ἡ σπουδὴ, ὁ
πλοῦτος, δι’ ὃν καὶ βίϐλος ἐπ’ αὐτὸν ἔρρει πᾶσα ” πλέον
δὲ πάντων ό τῆς δόξης ἔρως, δι’ ὃν αὑτῷ καὶ νύκτες
diuvat περὶ τὴν ἀνάγνωσιν ἐμμελῶς ἐσχολακότι.
Ἐπεὶ δὲ καὶ πρὸς τὴν Ἐκκλησίαν αὐτὴν, ὡς μὴ ὣςε-
λεν, ἐπεισελθεῖν ἔδει, καὶ τῶν διὰ τοῦτο βιϐλίων τῆς
ἀναγνώσεως οὐ κατά πάρεργον ἐπεμελήθη · ἀγνόημα
δὲ ἠγνόησεν, ἶν’ εἴπω θεολογικῶς, σφόδρα τῆς αὐτοῦ
σοφίας ἀνάξιον. Οὐ γὰρ ἠθέλησε προσέχειν τὸν νοῦν,
ὅτι εἴ τις θέλει, σοφός γενέσθαι ἐν τῷ αἰῶνι
τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Οὐδὲ
τὴν ὁδὸν εἵλετο τῆς ταπεινοφροσύνης, δι’ ἧς ἡ με·
γάλη τοῦ Θεοῦ χάρις καὶὴ ἀληθὴς σοφία δίδοται
καὶ κατορθοῦται ⁸ οὐδὲ στραςῆναι καὶ γενέσθαι ὡς τὸ
παιδίον διὰ τὴν τοῦ Θεοῦ βασιλείαν, ὡς ἡ τοῦ Κυρίου
διαμαρτυρία, κατεδέξατο · ἀλλ’ οὐδὲ σκάψαι τὴν αὐ-
τοῦ ψυχὴν; καὶ βαθῦναι τὴν διάνοιαν διὰ πάσης ὑπο-
ταγῆς, κατὰ Κύριον, καὶ ἀτιμοτέρας ἀγωγῆς καὶ
ταπεινόφρονος, καὶ δι’ ἀπαθείας οὕτω τῇ πέτρᾳ προσ-
εγγίσαι Χριστῷ, ’καὶ ἱπ* αὐτῷ θεῖναι θεμέλιον πί-
στεως ἀρραγῆ, καὶ δι’ ἀγαθῶν πράξεων οὕτω τῆς
copia; [ἵσ. τῇ σοφίᾳ] ἑαυτὴν οἰκοδομεῖν ι οὺ ταῦτα
διανενόηται ὁ σοφός · πολλοῦ γε δεῖν · καὶ οὐδὲν τού-
των ἐπὶ νοῦν ἦλθεν αὐτῷ, ἀλλ’ ἐπὶ σαθρῷ θεμελίῳ
καὶ ἀμμώδει, τῇ κοσμικῇ σοφίᾳ, καὶ τῇ ἀλαζονείᾳ
τοῦ μὴ κατὰ Χριστόν πεπαιδευμένου λόγου τὴν ἑαυ-
τοῦ καρδίαν στηρίξας καὶ τὸν νοῦν, καὶτοῖς κενοῖς
τῶν ἀνθρώπων ἐπαίνοις καὶ κρότοις φυσιούμενος,
καὶ ἐπὶ πολὺ τῇ κενοδοξία μετεωριζόμενος, δι’ αὐτῆς
τῇ ἐχθρᾷ τοῦ Θεοῦ ὑπερηφανίᾳ προσεπέλασε, δι’ ἧς
κακουργίαν τε πᾶσαν καὶ πᾶσαν σκανδάλων ὑπόθε-
σιν μυσταγωγεῖται. ’Ὅθεν ἀδόκιμον αὐτοῦ τὴν τῆς
ἱερουργίας καταϐαλόμενος ἀρχὴν, ἀκόλουθον ἔσχε τῇ
ἀρχῇ τὸ τέλος. Οὐ γὰρ παρῃτήσατο τὴν ὡς παρὰ
³ Ι Cor. ιιι⁷ 18.
(ι) Potius, ut more loquar Sripturm sacrae. "ARD.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.