PG 114, col. 1108

οὒδὲν συνεισφέροντα πλέον, ὅτι μὴ μόνον ὑπηρετοῦ-
σαν τὴν δεξιὰν παρέχοντα, Οὒτω πιστωθέντα τὸν
Ἰωάννην κελεῦσαι τόν Πρόκλον ἀποστῆναι μικρόν ’
ἐκεῖνον δὲ ἐγκλεισάμενον πρὸς γόνυ πεσεῖν, καὶ δα-
κρύων ὑπόπλεω τοὺς ὀφθαλμοὺς θέμενον, πολλήν τῷ
Θεῷ χάριν τῆς τῶν ἡμφιϐόλων ἐπιλύσεως καθομο-
λογεῖν, Εἶθ’ οὕτως ἐπιτρέψαι τῷ Πρόκλω, κατὰ τὴν
ἐπιοῦσαν νύκτα τὸν ἄνθρωπον ἀγαγεῖν. Μηδὲν
ἔτι φησὶ τοιοῦτον ὀφθήσεσθαι, καὶ τὸν κληθέντα
προσελθεῖν, καὶ ἀξιωσαι περὶ τῶν προκειμένων · εἶτα
τὸν Ἰωάννην οὐδὲν ὑπερθέμενον (πῶς γὰρ, ὅς ἐν
τοῖς τοσούτοις πυρὶ τὴν θερμότητα ἐοικὼς ἧν ῃ τῷ
βασιλεῖ γνωρίσαι περί αὒτοῦ“ καί τὸν μὲν εύθζις
εἷξαε, τὸν δὲ ἀνακληθῆναι, καὶ τῆς προτέρας αὖθις
ἀξιωθῆναι τιμῆς. Ὀ μέντοι χρυσοῦς Ἰωάννης ὁρμῆς
τε καὶ προθυμίας ἐκ τοῦ μαθεῖν περὶ τῆς θειοτέρας
ἐκείνης ὅψεως ὑποπλησθεὶς, καὶ οἶα δὴ μαθητὴς τῷ
διδασκάλῳ ἐπιθαῤῥήσας, τὰ ἐλλείποντα τῶν ἐπιστο-
λῶν εἷς πέρας ἐνεγκὼν καὶ διασαφήσας, πλοῦτον
δωρεῖται τῇ Ἐκκλησία μηδέποτε δαπανώμενον.
KA'. Οὗτος τοιγαροῦν περιφανὴς τῆς Ἐκκλησίας
ἀστὴρ, καὶ τῆς ἀρετῆς διδάσκαλος ἀκριϐὴς, ζήλῳ
Ἐκκλησίας πυρούμενος, ἱερεῖς τε δι-
ελέγχων ⁴παρανομοῦντας, ἀλλὰ καὶ τὴν διόρθωσιν
μὴ προσιεμένους τῶν ἱερῶν ἆπείργων προθύρυν,
οὒ λόγῳ τε μόνον παιδεύων, ἀλλὰ καί κανόσιν
ἐκκλησιαστικοτς ἐν καιρῷ κολάζων τὴν μοχθηρίαν,
ἔδοξε ποτε καὶ βαρὺς δ λίαν ἐπιεικής τε καῖ ἡμερώ-
τατος. Καὶ τί γάρ, εἰ καί τὸ μέλι δάκνειν οἶδε τὰ
ἕλκος ἔχοντα τραύματα ; Ἔδοξε δὲ τοῖς ἀνίατα πάν-
τως νοσοῦσι καί τὴν θεραπείαν ἀπεγνωσμένοις. Ἐπεὶ
τίς οὕτως ἢ τὸ ἱατρεύειν ψυχὰς ἐμπειρότατος, ἢ τὰ
πρὸς τὴν ἰατρείαν φάρμακα, τὸν λόγον δηλονότι καὶ
τοὺς τῆς οἰκονομίας τρόπους, ἐμμελέστατός τε καὶ
ἠπιώτατος, ὥσπερ ἤδη καὶ προλαϐὼν ὁ λόγος £81K.-
λωσε ; Πλὴν ἀλλ’ ἕως μὲν περὶ τὸν κλῆρον οἱ ἔλεγχοι,
καὶ εἴσω τῆς Ἐκκληοίας ἠ δοκοῦσα βαρύτης, οὗ
πολὺ τὸ ἄχθος ἦν, οὒδὲ τὸ πρὸς αὐτὸν μῖσος ἄγριον
’ήδη καὶ μανικὸν, ἀλλὰ φορητὸν καὶ ἐνδόσιμον, καὶ οὐ
πόρῥω χειλέων προϐαῖνον τὸ δυσχερές. Ἐπεὶ δὲ καὶ
κατὰ πολλῶν τῶν ἐν τέλει προήνεγκε τοὺς ἐλέγχους
(ἔδει γὰρ διὰ τὸ τῶν προσώπων ἐπιφανὲς, καὶ τὸ
μεγάλα βλάπτειν ἑαυτούς τε καὶ ἐτέρους δύνασθαι,
ὥστε μὴ ἀδεᾶ καὶ ἄνετον εἶναι τὴν μοχθηρίαν, οἷα
ῥύκην ὕδατος εὐπετῶς ῥέοντος καὶ διὰ λείου τοῦ
παντὸς φερομένου. ἀλλᾶ ἀνακεκόφθαι τοῖς αὺτοῦ
λόγοις ὥσπερ ἐρύμασιν ’ίνα μὴ τῷ ἄτρεστος εἶναι
καῖ πεπαρῥησιασμένη, χύδην δια πάντων χωρῇ, καὶ
πολλοὺς ἐπάγηται πρὸς τὸν ζῆλον διὰ τὴν τῶν τολ-
μωμένων ἐλευθερίαν). Ἐπεὶ οὖν οὕτως ἐποίει καὶ
διορθοῦν αὖτοῖς ἔσπευδε τὸν βίον κακῶς κιὶ ἄναγώ-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.