PG 114, col. 476

δακτύλους εἰς πόλεμον, μηδὲ τὴν ἄνωθεν περιεζωα
σμένος δύναμιν, καὶ ταῦτα τῆς συμπλοκῆς ταύτης
καταπολὺ μαλλον κινδυνώδους οὔσης καὶ σφαλερᾶς,
πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κο-
σμοκράτορας τοῦ σειότους τοῦ αἰῶνος τούτου, πρὸς
τὰ πνευματικὰ τῆς πονηρίας ἀντιπαρατάξασθαι
δυνηθείηι; Λείπεται γοῦν ἁγίοις με πρότερον μα-
θητευθέντα πατράσιν, οῖς τὰ καλὰ προησκήθη, καὶ
ἱκανῶς ὑπ’ αὐτοῖς τὰ πρὸς τοὺς νοητοὺς ἐχθροὺς
γυμνασάμενον, εἶτα καὶ τοὺς ὑπὸ τῆς ἡσυχίας φυομέ-
νοδς κατὰ καιρὸν καρποὺς δρέπεσθαι.
ζ’. Ταῦτα σοφώτατα διανοηθείς (ἦν γὰρ animi» μετὰ
τῶν ἄλλων καί σύνεσις ἀκριϐὴς) πρὸ ζήτησιν τῶν
μετὰ ,πόνων τὰς τοῦ ἀγαθοῦ μελέτας ποιησαμένων
εὒθὺς τρέπεται, εἰδὼς ὅτι ἐκ τοῦ μαθεῖν ἀσφαλε-
στέρα μάθησίς τε καί δίδαξις, Λογγίνῳ τοιγαροῦν
τῷ μακαρίῳ γέροντι, ὃς καί διαφορώτατος τῶν καθ’
ἐαυτξν πατέρων ἐτύγχανεν ὢν, φέρων ἐαυτὸν δίδω-
σιν, ὁμοδίαιτος τε αὖτῷ καί σύνοικος γίνεται, σφόδρα
τοῖς ἐκείνο) τρόποις ἡσθείς, καί διὰ τοῦτο καί ὥσπερ
ὃλος αὒτῷ ἐμφὺς, καί τὸ τοῦ θείου φάναι Δαϐίό,
τὴν ψυχὴν ὀπίσω προσκολληθείς. Ἐπεί καί ᾧ τις
συνὼν ἥδεται, τοιοῦτος ἄρα γαί εἶναι πιστεύεται,
καί καλῶς τοῦτο ὑπὸ τῶνγπαλαιῶν λέγεται. Ἠν δὲ
ὃ θαυμαστὸς οὖτος Λογγῖνος ἐν οἰκίσκῷ τινί τοῦ
πύργου τοῦ θεσπεσίου Δαϐίδ (τουτο γὰρ ἡ ἐκ μακροῦ
παράδοσις δίδωσιν) ἑαυτὸν ἐγκλεισάμενος, κᾶκεϊσε
τό ita} τῆς ἀρετῆς μέλι φιλοπονότερον ἐργαζόμενος.
η’, Παρ’ ᾦ καὶ τὰ αἰσθητήρια πάντα ὁ θεοφιλὴς
Θεοδόσιος ὥσπερ ἔδει ἐγγυμνασάμενος καὶ τὴν περὶ τὰ
αἱρετὰ καί φευκτά διάκρισιν εἰς ἄκρον ἐκπονηθεὶς,
μετανάστης εἷς τὸ παλαιὸν κάθισμα (τοῦτο γὰρ κα-
λοῦσι τὸν τόπον, ἐστὶ δὲ κατᾶ τὴν λεωφόρον τὴν ἐπὶ
Βηθλεὲμ φέρουσαν) γίνεται, ἄκων μὲν, ἀλλᾶ πατρικοῖς
εἴκων θελήμασιν, ἂ μᾶλλον ἢ ἑαυτῴ πειθόμενος ἧν.Τές
δὲ καὶ ἡ αἰτία τῆς μεταστάσεως ; γυνή τις λίαν εὖ·
σεϐἦς καὶ κοσμία, τοῦνομα ἰκελία, πλουσία τὸν βίον,
πλουσιωτέρα τὴν ἀρετήν, Αὕτη σύνοικος μὲν ὃπῆρξὲ
τινὶ πρότερον, ὕστερον δὲ καὶ Χριστοῦ διάκονος
κατ’ εὐσέϐειαν γίνεται. Καὶ γαρ καί τὸν ἐκεῖσε ναὸν
τῆ Δεσποίνῃ πάντων καὶ Θεοτόκῳ ἱδρῦσαι λέγεται,
Ταύτης γοῦν πολλὴν τότε τῷ γέροντι προσφερούσης
τὴν ἱκετείαν, ὥστε τῷ παρ’ αὕτῆς τῷδε κτισθέντι
ναῷ ἐγκατοικῆσαι τοι Θεοδόσιον, πείθεται μὲν ἄκων
ἐκεῖνος, πείθει δὲ πολλῷ μᾶλλον οὔχ ἑκόντα τὸν μα-
θητὴν παραδέξασθαι τὴν μετάθεσιν. ᾯ γὰρ πρὸς
ἡδονῆς ἦν ἣσυνοίκησις, ἀκόλουθον δὲ τούτῳ πάντως
(8) Eam exhibet Adrichomiusg in topographia et
descriptione urbis,tiierosolymitanm.‘ Wiltertnus

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.