PG 123, col. 160

ὀνομάζει τὴν ἀδιάφθορον· ἔπειτα, εί μὴ ἔτεκε παρ-
θένος, πῶς ἔμελλεν εἶναι σημεῖον καὶ παράδοξονς
Ἀκουε γὰρ τοῦ Ἡσαΐου λέγοντος · ‹ Διὰ τοῦτο δὼ-
σει Κύριος αὐτὸς ὑμῖν σημεῖονο › καὶ εὐθὺς ἐπάγον-
τος ⁶ ι Ἰδοὺ ἡ Παρθένος, ι καὶ τὰ ἑξῆς ’ ὥστε εί μὴ
ἔμελλε παρθένος τεκεῖν, οὐκ ἂν σημεῖον ἦν. [lapa-
χαράττουσιν οὖν oi Ἑϐραῖοι ἐθελοκακοῦντες, τὴν
Γραφήν, καὶ ἀντὶ τοῦ παρθένος, νεᾶνις τιθέασιν*
εἴτε δὲ νεᾶνις κεῖται, εἴτε παρθένος , πάντως πιρ-
θένον δεῖ νοηθῆναι τὴν μέλλουσαν τεκεῖν, ἵνα δὴ καὶ
τεράστιον εἴη τοῦτο. «Καὶ τέξεται υἱὸν, καὶ καλέσουσι
τδ ὄνομα αὑτοῦ Ἐμμανουὴλ, δ ἐστι μεθερμηνευόμε-
B νον, Μεθ’ ἡμῶν ὁ Θεδςο Φαᾶιν pi 'Efi'paiot: ίῖὦς οὖν
οὐκ ἑκλήθηἜμμανουὴλ, ἀλλὰ Ἰησοῦς Χριστός; Ῥη-
τέον οὖν ὅτι, οὖν εἷπε Καλέσεις, ἀλλὰ Καλέσουσι,
τουτέστιν, αὐτὰ τὰ πράγματα δείξουσιν αὑτὸν Θεὸν
ὄντα, καὶ μεθ’ἡμῶν ἀναστρεφόμενον ή γὰρ θεία
Γραφὴ ἀπὸ τῶν ἔργων τίθησι τὰ ὀνόματα, ὡς τὸ,
Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον · καίτοι
ποῦ ἐκλήθη τις τοιούτῳ ὀνόματι; Ἀλλ’ ἐπειδὴ ἅμα
τῷ γεννηθῆναι τὸν Κύριον, ὲσκυλεύθη καὶ ᾐχμαλω-
τίσθη ἡ πλάνη, οὕτω λέγεται ὀνομασθῆναι ἀπὸ τοῦ
πράγματος την κλῆσιν εὑρᾶμενος.
ι Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὖπνου, ἐποίησεν
ὼς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου. Ὅρα ψυχὴν
διεγηγερμένην, πῶς ἐπείσθη ταχέως. «Καὶ παρέλα-
c σε γυναῖκα αὑτοῦ.) Συνεχῶς δὲ ὀνομάζει αὐτὴν
γυναῖκα τοῦ Ἰωσὴφ, ἐκϐάλλων τὴν πονηρὰν ὑπό·
νοιαν, καῖ διδάσκων ὅτι οὐκ ἄλλου τινὸς ἐγένετο γυνὴ,
ἀλλ’ αὐτοῦ ἦν.
Καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν · Τουτέ-
στιν, οὐκ ἐμίγη αὐτῇ οὐδέποτε “ τὸ γὰρ Ἕως, ἑν·
ταῦοα οὑ τοῦτο ὲμιραίνει, ὅτι ἄχρι μὲν τοῦ τόκου οὐκ
ἔγνω, μετὰ δὲ ταῦτα ἔγνω υ ἀλλὰ καθάπαξ οὐδέποτε
αὐτὴν ἔγνω. ’ἰδίωμα δὲ ἔχει τοιοῦτον ἡ Γραφή · ὡς
τὸ, ι Οὐκ ἐπέστρεψεν ὁ κόραξ είς τὴν κιὸωτδν, ἕως
οὗ ἐξηράνθη ἡ γῆ· οὔτε γὰρ μετὰ ταῦτα ὑπέστρεψε ·
καὶ πάλιν· ι Μεθ’ ὑμῶν είμι ἓως τῆς συντελείας τοῦ
αἰῶνος › Μετὰ δὲ τὴν συντέλειαν ἆρα. οὐκ (erat;
Καὶ πῶς ; Τότε γὰρ μᾶλλον ⁸ οὓτως οὖν καὶ ἐνταῦθα
τὸ, Ἕως οὗ ἔτεκε, νοήσεις, ἀντὶ τοῦ, οὕτε πρὸ τοῦ
D τόκου, οὔτε μετὰ τὸν τόκον ἔγνω αὑτήν. Πῶς γὰρ ἂν
ἥψατο τῆς ἁγίας ἐκείνης, μεθ’ δ μάλιστα ἔγνω τὸν
ἄφραστον ἐκεῖνον τόκονς ι Τὸν υίδν αὐτῆς τὸν πρω-
τότοκον. ι Οὐχ ὡς δευτέρου τινὸς τεχθέντος λέγει
τοῦτον πρωτότοκον, ἀλλ’ ἁπλῶς, ὡς πρῶτον τεχθέντα
καὶ μόνον. '0 γὰρ Χριστὸς, καὶ πρωτότοκος ἐστιν,
ὡς πρῶτος τεχθείς³ καὶ μονογενὴς, ὡς μὴ ἔχων
δεύτερον ἀδελφόν. t Καὶ ἐκάλεσε τὸ ὄνομα αὑτοῦ,
Ἰησοῦν. ι Δείκνυσι κάνταῦθα τὴν εὐπείθειαν τοῦ
Ἰωσὴςρ, ὅτι ὅσα εἶπεν αὐτῷ ὁ ἄγγελος, ἐποίησεν.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.