PG 133, col. 145
χρόνου, ὅσα σπάνιά εἰσι καὶ δυσεύρετα. Περὶ δὲ
τῶν δύο φύσεων, οὐ σπάνις, ἀλλὰ πῦοῦτος ὑπερ-
βολικὸς καὶ δαψίλεια ἐν πάσῃ τῇ θεοπνεύστῳ ραφῇ,
ὅση ἀέρος χύσις. Εἰ οὗν καὶ πλειόνων δέῃ, ἐτοίμως
ἔχω καὶ ἄλλας παραγαγεῖν. Αὐτίκα γοῦν ἔξεστιν
ἀκοῦσαι καὶ τοῦ μεγάλου φιλοσόφου καὶ μάρτυρος
Ἰουστίνου, περὶ τῶν αὐτῶν λέγοντος ἐν τῷ ερὶ
ρριάδος συντάγματι, κατὰ τὸ ιξʼ κεφάλαιον οὕτως·
Ὁταν ἀκούσῃς περὶ τοῦ ἐνὸς Υἱοῦ τὰς ἐναντίας
φωνὰς, κατʼ ἀλλήλωτ μέριζε ταῖς φύσεσι τὰ λεγό-
μενα· ἂν μέν τι μέγα καὶ θεῖον, τῇ θείᾳ φύσει
προσνέμων· ἂν δέ τι μικρὸν καὶ ἀνθρώπινον, τῇ
ἀνθρωπείᾳ λογιζόμενος φύσει. Οὕτω γὰρ καὶ τὸ τῶν
φωνῶν ἀσύμφωνον διαφεύξη, ἐκάστης ἃ πέφυκε
δεχόμενος φύσεως· καὶ τὸν ἱὸν ἔνα καὶ πρὸ πάντων
αἰώνων, καὶ πρόσφατον, κατὰ τὰς θείας Γραφὰς
ὀμολογήσεις. Καὶ ταῦτα μὲν ὁ θεῖος Ἰουστῖνος. Ὁ δὲ
χρυσοῦς τὴν γλῶτταν Ἰωάννης ἐν τῇ ἐρμηνείᾳ τῆς
πρὸς Τιμόθεον Ἐπιστολῆς, οὕτω φησίν· Ὁ μεσίτης
ἀμφοτέροις κοινωνεῖ, ῶν ἐστι μεσίτης. Μεσίτου γὰρ
τοῦτό ἐστι, τὸ ἐκατέρου ἐχόμενον, ὦν ἐστι μεσίτης,
κοινωνεῖν. Καὶ μετʼ ὀλίγον· Εἰ τοίνυν μὴ ἔχεται τῆς
τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης, ἀλλὰ ἀε-
εσχοίνισται. Ὡσπερ γὰρ τῆς ἀνθρώπων ἔχεται φύ-
σεως, ἐπειδὴ πρὸς ἀνθρώπους ἤρχετο· οὕτω καὶ
τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο. Τούτοτς
τοῖς ἀγίοις Πατράσι συμφωνοῦσα ἡ ἀγία μεγάλη καὶ
οἰκουμενικὴ σύνοδος ἡ ἐν Χαλκηδόνι συναθροισθεῖσα
Θεοῦ νεύματι, καὶ εὐσεβεῖ βασιλέων θεσπίσματι,
ἕνα καὶ τὸν αὐτὸν Χριστὸν, Υἱὸν, Κύριον μονογενῆ,
ἐν δύο φύσεσιν ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως,
ἀχωρίστως γνωριζόμενον ἐδογμάτισεν, οὐδαμοῦ τῆς
τῶν φύσεων διαφορᾶς ἀναιρουμένης διὰ τὴν ἔνωσινe·
σωζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἐκατέρας φύ-
σεως, καὶ εἰς ἐν πρόσωπον καὶ μίαν ὑπόστασιν συν-
τρεχούσης· οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ
διαιρούμενον, ἀλλὰ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν μονο-
γενῆ, Θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν.
Ὁ ΚΑ9. Ὁλως τὸ λέγειν δύο φύσεις. ἔμφασιν
εἰσάγει διαιρέσεως· καὶ δέδοικα, μήπως φεύγοντες
τὸ τοῦ Εὐτυχοῦς τὸ μίαν φύσιν λέγειν, εἰς τὸ τοῦ
Nεστορίου ἐμπέσωμεν βάραθρον, διὰ τὰς δύο φύσεις
δύο πρόσωπα παρεισάγοντος.
o eE3, ΤΔʼ ὁ Νεστόριος δύο φύσεις ἔλεγε
κεχωρισμένας, οὐχ ἡνωμένας εἰς πρόσωπον ἕν. Καὶ
τοῦτο δηλῶν ὁ ἐν ἀγίοις Κύριλλος, ἐν τῇ πρὸς Εὐλό-
γιον ἐπιστολῇ φησιν· Οὕτω καὶ ἐπὶ Nεστορίου, κὰν
λέγει δύο φύσεις, σημαίνων τὴν διαφορὰν τῆς σαρ-
κὸς καὶ τοῦ Θεοῦ Λόγου, (ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύ-
σις, καὶ ἐτέρα ἡ τῆς σαρκός·) ἀλλʼ οὐκέτι τὴν
ἕνωσιν ὀμολογεῖ μεθʼ ἡμῶν. Ἡμεῖς γὰρ ἐνώσαντες
ταύτας, ἔνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὀμολο-
γοῦμεν, καὶ μίαν φύσιν τοῦ Aόγου σεσαρκωμένην.
Β4δ ζε οὗν σὺ, κατὰ τὴν τοῦ σοφοῦ Σολομῶντος
παραγγελίαν, μήτε εἰς τὰ δεξιὰ, μήτε εἰς τὰ ἀρι-
στερὰ, ἀλλὰ τὴν μέσην καὶ βασιλικὴν ὁδόν. Τέσσαρες
τάρ εἰσιν αἱρέσεις ἐκ διαμέτρου ἀλλήλαις μαχόμε-