PG 145, col. 860

τούτῳ. Καὶ πέμπουσι πρὸς τὸν βασιλέα κρύφα, πα-
ρακαλοῦντες ἐπιστεῖλαι τῷ Ἀνάνῳ μηκέτι τοιαῦτα
πράσσειν ⁸ μηδὲ γὰρ τὸ πρῶτον αὐτὸν ὀρθῶς πε·
ποιηκέναι · Τινὲς δ’ αὐτῶν καὶ τὸν Ἀλϐῖνον ὑπαν-
τιάζουσιν, ἀπὸ τῆς Ἀλεξανδρείας ὁδοιποροῦντα·
καὶ ὃιδάκουσιν, ὡς οὐκ ἐξὸν ἦν Ἀνάνῳ χωρὶς αὖα
τοῦ γνώμης καθίσαι συνέδριον. Ἀλϐῖνος δὲ πεισθεὶς
τοῖς λεγομένοις, γράφει μετ’ ὀργῆς τῷ Ἀνάνῳ, λή-
ψεσθαι παρ’ αὐτοῦ δίκας ἀπειλῶν. ’Ἔοικεν οὖν καὶ
ὁ βασιλεὺς ’Δγρίππας, διὰ τοῦτ’ ἀφελόμενος αὐτοῦ
τὴν ἱερωσύνην, ἄρξαντος μῆνας τρεῖς, καὶ Ἰησοῦ
τῷ τοῦ Δαμναίου αὐτὴν παρασχεῖν. ι» Τοιαῦτα μὲν
καὶ τὰ κατὰ τὸν Ἰάκωϐον, οὗ ἡ πρώτη τῶν καθο-
λικῶν εἶναι πιστεύεται ἐπιστολῶν, ὡς καὶ ἡ τοῦ
Ἰούδα, πάσαις ἐκκλησίαις λαμπρῶς παρρησιαζόμε-
ναι ο κᾶν καὶ τὲως μή τινες τῶν λίαν ἀρχαίων
μνείαν τούτων πεποίηνται.
ΚΕΦΑΛ. Αθ’.
Περὶ Ἀνδμρέον καὶ Βαίρθλολομαίου τῶν ἱερῷν
ε ινΑνορεον και βαρυοΑομαιου των ιερων
ἀῑποστόλωνς ὡς τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ
κάτεποσμήθησαν.
Ἐπὶ δὴ τούτῳ καὶ ’Λνδρέας ὁ τοῦ κορυφαίου [ὶέ-
τρου κασίγνητος, πρῶτον μὶν παρᾶ Ἰωάννου τὸν
Κύριον ἐπιγνοὺς, καὶ τὸν σύγγονον πρῶτος εἰς αὖ-
τὸν ἑλκύσας, καλῶς τε καὶ ὡς χρεών γε ἦν τῷ
πρωτοκλήτῳ, ἄχρι δὴ καὶ τῆς εἰς οὐρανὸν ἀνόδου
Χριστῷ κατ’ ἴχνος πολιτευσάμενος, καί τήν ἄνωθεν
ἐν εἷ’δει πυρίνων γλωσσῶν χάριν τοῦ Πνεύματος
εἰσδεξάμενος, κλήρῳ καὶ οὗτος τήν εἰς τὰ ἔθνη
ἐστέλλετο. Καππαδοκία μὲν οὗν αὐτῷ καὶ Γαλατία
καὶ ἦ τῶν Βιθυνῶν διελάγχανον. Ἐπῆλθέ γε μήν
καὶ τήν, ἢ τῶνι ’Δνθρωποφάγων ὠνόμασται,ἢ τε
Σκυθῶν ἐρημία, Εὕξεινός τε πόντος ἑκάτερος· τά
τε πρὸς Βοῤῥᾶν καὶ Νότον αὐτοῦ κλίματα, τό τε
Βύζαντος πέδον · ἐφ’ ᾧ καί πρῶτον ἐπίσκοπον τὸν
θεῖον Στάχυν καταστήσας ἐν Ἐκκλησία ἢν ἐκεῖσε
D πρῶτος οὗτος ἐπήξατο ο εἶτα διὰ Θρᾴκης καὶ Μακε-
δονίας, Θεσσαλίας τε καὶ Ἀχαΐας ἐλθών · ἐφ’ οἷς
ὅπασι λόγοις Θεοπρεπέσι καὶ σημείοις καὶ τέρασι
τὸν Χριστὸν δοξάσας οὐκ ἐλαχίστοις ἐν χρόνοις, ὑπὸ
τοῦ ἀνθυπάτου Αίγαιάτου τῷ σταυρῷ καὶ οὗτος προσ·
ήλωται, ἔγκλημά oi ἀπαγαγόντος, ὅτιπερ τήν γαμε-
τήν αὐτοῦ Μαξιμίλλαν, καὶ τὸν ἀδελφὸν Στρατοκλέα,
Χριστῷ προσαγάγοι, τὴν ἐκείνου βδελυξαμένους
δυσσέϐειαν. Φιλίππῳ δὲ καὶ Βαρθολομαίῳ Συρία τε
καὶ Ἀσία ἡ ἀνω κεκλήρωτο. Τὸν ἆῤῥαγῆ τοιγαροῦν
τῆς πίστεως θεμέλιον ἐπὶ τάς ἐκείνων πάσας πόλεις
καταπήξαντες, ναούς τε ᾠκοδόμουν, καὶ ἱερέας πρού-
ϐάλλοντο. Ὅ γε μὴν Φίλιππος τὰς τῆς Ἀσίας διιὼν

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.