PG 147, col. 280

τηγάνιζον, οὐδεμιᾶς τόλμης ἢ ὄβρεως κατὰ Χρι-
στιανῶν φεισάμενοι. Ἀ δὴ γνοὺς Ἰουστιπανὸς,
χειρὶ πολλῇ συμβαλῶν ἐκείνοις, ἄλλους τε πολλοὺς
ἀναιρεῖ καὶ Ἰουλιανὸν αὐτόν. Συλληφθεὶς δὲ καί τις
Σιλουανὸς ἐν Σκυθοπόλει, πυρὶ παραδίδοται· καὶ
πικρὰν οὕτο καταστροφὴν τοῦ βίου ὑφίσταται, ἀνὴρ
πλεῖστα κατὰ Χριστιανῶν πεπαρῳνηκὼς, καὶ τῇ
θείᾳ δίκῃ ἐνταῦθα ταμιευθεὶς, ῖνʼ ἀρκοῦσαν οὕτως
ἀποτίσῃ καὶ τιμωρίαν· ῶσπερ δὴ καὶ ὁ θεῖος Σὰβ-
βας ἐκείνῳ προήγγειλεν. Ἰλλούστριος δέ τις ἀξίαν,
Ἀρσένιος τοῦνομα, ἀκόλουθος ὡν τῷ προειρημένῳ,
τῇ Κωνσταντίνου γενόμενος, ψευδῆ κατὰ τῶν Πα-
λαιστινῶν ἔῤῥαπτεν, ὡς εἶεν τῷ τυράν ῳ πολλὰ
συμβαλλόμενοι· διʼ οὐς Σάββας, ὡς εἴρηται, πρε-
σβεύσων αὕθις ἐπὶ τὴν Κωνσταντίνου ἐφοίτα· οἴα
δέ τινι ἀγγέλῳ καὶ τῆς ἄνω Ἰερουσαλημ πολίτῃ
οὐρανόθεν ξκοντι, περιφανῇ ἐποίεὶ τὴν προπομπὴν
ὁ κρατῶν· πᾶν ὅσον τῆς πόλεως ἐπιφανὲς ἦν καὶ
αὐτὸν Ἐπιφάνιον τὸν πατριάρχην εἰς ἀπαντὴν
ἐκείνου προπέμψας. Ἐπεὶ δὲ πόῤῥωθεν προσιόντα
καὶ βασιλεὺς ἀνεγίνωσκεν, ἐώρα τινά στέφανον
ἔξαλλον τῇ ἐκείνου ἐπικείμενον κορυφῇ· ὁ δὴ καὶ
Ἀναστάσιος πάλαι τεθέατο, ἡνίκα πρὸς αὐτὸν ἐπε-
φοίτα. παντήσας οὗν καὶ εὐλογίας ἀξιωθεὶς,
ἡδέως ἐκείνῳ συνῆν, πᾶν ὁ τι βουλομένῳ ἦν, εὐχε-
ρέστατα διαλύσας. Ἐκεῖθεν δʼ ὑποστρέψας, καὶ
αὐτὸς πρὸς τὴν ἀγήρω ααὶ ἀνώλεθρον διέβαινε βιo-
τὴν, ἐπάξια τῶν πόνων τὰ γέρα ληψόμενος.
Qui inde reversus et ipse ad æternam immortalemque vitam, condigna laborum præmia receptu·
EΑA. ΚE.
Περὶ τοῦ γεγονόεος θαύματος ἐπὶ τῷ τοῦ -
βραίου παιβὶ πσρὰ τῆς ὑπτεραγίας Θεοτόκου.
Τω3 δὲ τῆς βασιλίδος ἐπισκόπου Ἀνθίμου τοῦ
θρόνου κατασπασθέντος, ὡς εἶρηται, Μηνᾶ τε ἀντʼ
αὐτοῦ πρὸς Ἀγάθωνος τοῦ πάππα ἐπιλεγέντος καὲ
χειροτονηθέντος, θαῦμά τι γέγονεν ἐν τῇ Κωνσταν-
τίνου λόγου πολλοῦ ἄξιον· ἔ δὴ ὦς γʼ ἐνὸν διηγή-
σομαι. Ἐθος κεκράτηκεν ἐκ πολλοῦ τῇ βασιλίδι
τῶν πόλεων, ὡς ἐπειδὰν ππολύ τι τῶν μερίδων τοῦ
ἀχράντου καὶ θείου σώματος τοῦ Κυρίου καὶ Θευὺ
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐναπολειφθείη,
μεταστέλλεσθαι τοὺς ἰερέας, παῖδας ἀφθόρους ἐκ
τῶν ἐς χαμαιδιδασκάλου φοιτώντων, καὶ ταύτας
νήστεις ἐσθίειν. Ὁ δὴ καὶ ἐμοὶ πολλάκις νεωτέριῳ
κομιδῆ γε ὄντι ἐπισυνέβη γενέσθαι, μάλιστα θείοις
τεμένεσι διατρίβειν ἐκ νέου πεποιημένῳ σπουδήυ.
Τοιοῦτόν τι καὶ τότε Μηνᾶ πατριαρχοῦντος συνέ-
βαινε. Συνηλίσθη τοίνυν τοῖς ἡρημένοις ἐπὶ τούτωω
παιοὶ, καί τι παιδίον Ἐβραίου τὴν δόξαν ἀνδρὸς, ἐ ξ
ὐέλων ποριζομένου τὸ ζῆν· ὅ ἐπεὶ πολύ τι τῆς ὡρας
ἀναλῶσαν ἐπʼ οἴκου ἐγένετο, τὴν τῆς βραδυτῆτος
αἰτίαν ἐξακριβουμένοις τοῖς γονεῦσιν ἀνήγγελλεν,
ὡς εἴη τοῖς ἄλλοις παισὶν ἀνὰ τὸ θεῖον τέμενος τῶν
θείων μερίδων ἀποφαγόν. Ὁ ἐὲ πατὴρ τῷ καινῷ
τοῦ ἀκούσματος εἰς θυμὸν ἀναφθεὶς, τὴν κάμινον
et Epiphanio Menam successisse, scriptum cst lib.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.