PG 147, col. 428

ςιν, ἣν μόνην ἐκ πασῶν ό Λόγος προσείληφε, δογ-
ιατίζομεν.
ΚΕΦΑΛ. Mll’.
Ἔτι περὶ tibi: Μονοφυσιτῶν, ὅτι σφαλερῶς περὶ
τῆς τοῦ Θεοῦ Λόγου σαρκώσεως δογματίζουσι.
Ἀλλ’ ό μὲν Φιλόπονος καὶ ὅσοι ἐκείνου σύμφρο-
νες, τὴν κοινὴν ἀνθρωπείαν φύσιν, καὶ αὐτὴν δὲ τὴν
θείαν ἥν φαμεν ἀδιαίρετον, είς πλεῖστα διίστησι
πρόσωπα, ἀποδιαιρῶν αὐτὴν κατὰ μόνην ὲνιστῶν
τοῖς ἀτόμοις, καὶ ταῖς τρισὶ μερίζων τῆς ὑπερουσίου
φύσεως ὑποστάσεσι. Τοῦτο δὲ πάντη ἀλλότριον τοῖς
ὀρθόφροσιν· ὡς δὴ καὶ ό μέγας ιν θεολογίᾳ Γρηγόο
ριος 10610 ἀριδηλότατα παριστᾷ ὲν τῷ πρὸς Εὐά-
γριον μοναχὸν λόγῳ περὶ θεότητος. Οὐ μὴν δὲ καί
τινες τῶν μετέπειτα λογίων ἀνεξέλεγκτα παρῆκαν
τὰ τῷ Φιλοπόνῳ κακῶς ἐξενηνεγμένα. Ἀλλὰ πολλοὶ
μὲν καὶ ἄλλοι τούτοις ἀντέθεντο· μάλιστα δὲ πάντων
ὁ μοναχὺς Λεόντιος γενναίως ὲν λ’ κεφαλαίοις βί-
ϐλον ὃλην τούτοις ἀντέστησεν, ἄρδην μὲν τὴν τοι-
αύτην αἵρεσιν ἀνατρέπουσαν, σφόδρα δὲ καὶ τὸ καθ’
ἡμᾶς εὐσεϐὲς δόγμα κρατύνουσαν. Ἐπὶ δὲ τούτῳ
καὶ ό θαυμάσιος όιάκονος καὶ ῥαιφερενδάριος Γεώρ-
γιος ό Πισσίδης, ἡλικιώτης ὢν ἐκείνῳ, εί καὶ τῷ
χρόνῳ λίαν νεώτερος, ὲν ίάμϐων μέτροις ἀρίστοις.
ὥσπερ εἴθιστο γράφειν, πρὸς τὴν εἰρημένην αἵρεσιν
ἀντιϐὰς, καὶ παιδιὰν σπουδῇ κεραννὺς, οὕτω πως
διεξέρχεται, σφόδρα διελέγχων τὸ ἄτοπον ·
Ψηφίζεται θᾶττον μίαν τε καί μίαν ·
El γὰρ μίαν τε καί μίαν λέγεις μίαν,
Γέλως τὸ λεχθὲν γίγνεται καὶ παιδίοις. η
'0 δέ φησι τοιοῦτόν ἐστιν ' Ὁμολογεῖς , φησὶ, φιλο-
πονώτατε καὶ φιλοσοφώτατε, δύο φύσεις ἡνῶσθαι τῷ
Λόγῳ ο μίαν τῆς θεότητος καὶ μίαν τῆς ἀνθρωπότη-
τος. Et τοίνυν δύο φύσεις λέγεις συνεληλυθέναι αύ-
τῷ, πῶς είς μίαν αὖθις τὰς δύο συστέλλειςς φησί ο
μία γάρ καὶ μία δύο, ἀλλ’ οὐχὶ μία. rem; γοῦν εῐ
τις κατά 106 αὑτοῦ ὑποκειμένου δύο κατηγοροίη
τινὰ, καὶ αὖθις ἓν πάλιν τά τοιαῦτα ποιοῖτο. Ἀλλὰ
τοιαύτη μὲν ἡ τῶν Μονοφυσιτῶν αἵρεσις, ἐναντιω-
τάτη πάμπαν τῇ τοῦ δυσσεϐοῦς Νεστορίου αἱρέσει
καθεστηκυῖα. 'U μὲν γάρ Νεστόριος διὰ τὸ διττὸν
τῶν φύσεων καὶ δύο ὑποστάσεις καταριθμεῖ ⁸ οἱ δὲ
διὰ τὴν μίαν ὑπόστασιν καὶ μίαν οὐσίαν καὶ φύσιν
τίθενται εἶναι. Πλὴν ἡ τοῦ Νεστορίουμαίρεσις, ῐνα
περὶ ταύτης καὶ αὖθις διαλητξιώμεθα, οὗ φησι τὸν
Θεὸν ἄνθρωπον γενέσθαι, οὐδ’ ἐξ ούρανοῦ καταϐῇ..
ναι, καὶ τῇ ἀνθρωπίνῃ ἑνωθῆναι φύςει ούσιωδῶς’

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.