PG 150, col. 393

μετά τὴν δοξολογίαν εὐθὺς αἰτεῖσθαι ἐκέλευσεν, οὗτε
ἐξομολογησάμενους πρότερον, οὔτε εὐχαριστήσαντας
τῷ Θεῷ ; Ὀτι ὲν τῷ εἰπεῖν τὴν εἰρήνην, κάκεῖνα
περιέλαϐεν, εῐ τις ἀληθῶς ἐθέλει σκοπεῖν. Οὔτε
γὰρ ὀ ἀπαρεσκόμενος τοῖς συμϐαίνουσιν αῦτῷ κατά
τὸν βίον, δύναται εἰρήνην ἐν ἐαυτῷ ἔχειν, ἀλλ’ ὁ
εὐγνώμων καὶ ὲν παντὶ εὐχαριστῶν κατὰ τὸν τοῦ
μακαρίου Παύλου νόμον οὔτε δ μὴ συνειδὸς ἔχων
καθαρόν· συνειδὸς δὲ καθαρὸν χωρὶς ἑξομολογήσεως
ἀμήχανον εἶναι. Ὥστε μετά εἰρήνης εὐχόμενος, εύ-
χαριστοῦσαν καὶ ὲξομολογουμένην πρότερον ἔσχε τήν
ψυχήν. Ἐτι δὲ καὶ αἴτησις ήν αἰτοῦνται, εὐχαρισ-
τοῦντας καί⁵ ἑξομολογουμένους αὐτοὺς παρίστησι, Tt
γὰρ αἰτοῦνταις ἐλεηθῆναι. Τοῦτο δὲ καταδίκων
ἐστὶναῖτημα, 02 ὅταν πᾶσαν ἀπολογίαν περιῃρημέ-
νοι, μηδεμίαν ἔχωσιν εἰπεῖν δικαιολογίαν, ταύτην
ἔσχατον ἀφιᾶσι τὴν φωνὴν πρὸς τὸν δικαστὴν, οὐκ
ἀπὸ τῶν δικαίων, ἀλλ’ ἀπὸ τῆς ἐκείνου φιλανθρω-
πίας, ὦν δέονται τυχεῖν προσδοκῶντες. Τοῦτο δέ
ἐστι μαρτυρούντων, τῷ μὲν δικαστῇ χρηστότητα
πολλήνο ἑαυτοῖς δὲ, πονηρίαν· ὧν, τὸ μὲν ἐξομολογήο
σεως, τὸδὲ εὐχαριστίας ἐστί. Προτρέπεται δὲ ἐξ
ἀρχῆς ὁ ἰερεῦς τὸν λαὸν είς τὴν εὐχὴν τεταγμένος,
καὶ διὰ τοῦτο τοῦ λαοῦ προϐεϐλημένος αὑτός· ἀλλ’ ὁ
μὲν, ῶς πρεσίὴυτής αὐτῶν καί⁵ μεσίτης, ἵνα αὑτοῦ
δέησις ἐνεργουμένη πολὺ ἰσχύῃ, καθάπερό ἀπόστο-
λος Ἰάκωϐος εἰπενο ἐνεργεῖται γὰρ ήδέησις τοῦ
δικαίου, ὅταν κάκεῖνοι πάντες ὑπὲρ ὧν ή δέησις, τὰ
παρ’ ⁵ἑαυτῶν εἰσφέρωσιν ἅπαντα· χρηστότητα τρό-
πων, εὐχὰς, ἐπιείκειαν, καὶ ὅτῳ ἄλλῳ ἴσασι χαί-
ροντα τὸν Θεὸν. Τί δὲ τὸ αἴτημα τὸ πρῶτον εὐθύ, ;
Ὑπὲρ τῆς ἀνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν
ψυχῶν ήμῶνο διδάξας πρότερον ὅπως ἔχοντας εὔχεο
σθαι δεῖ, νῦν διδάσκει, καὶ τί δεῖ πρῶτον αἰτεῖσθαι⁸
πρῶτον τήν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαοσύ-
νην αὑτοῦ· τὴν μὲν γὰρ βασιλείαν ή τῶν ψυχῶν σω-
τηρία, ή δὲ ἀνωθεν εἰρήνη τήν τοῦ Θεοῦ δικαιοσύνην
σημαίνει· περὶ ἧς εἰπε Παῦλος, ι Εἰρήνη τοῦ Θεοῦ,
ή ὑπερέχουσα πάντα νοῦν, ι ἦν ὁ Κύριος ἀφῆκεν
τοῖς ἀποστόλοις, ἀναϐαίνων πρὸς τὸν Πατέρα. ι Εἰ-
ρήνην, εἰπὼν, ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι
ὑμῖν.ο Ὠσπερ γὰρ τὸ ὄνομα τῆς δικαιοσύνης ἐκεῖ
οὐ τὴν τοῦ ἴσου διανομήν σημαίνει μόνον, ἀλλ’ ἁπλῶς
παντὸς ἀρετῆς εἴδους δηλωτικόν ἐστιν · οὕτω καὶ τὸ
. τῆς εἰρήνης ἐνταῦθα, καθόλου τί ἐστι· καὶ γάρ
ἐστιν ἀπασῶν ἀγαθῶν ὁμοῦ καὶ πάσης φιλοσοφίας
καρπός· οὐ γὰρ ἐστιν εἰρήνην τελείαν κτήσασθαι
τὸν ἐνδεῶς ἔχοντα μιᾶς τινος ἀρετῆς· ἀλλ’ ἀνάγκη
τὸν εἰρηνεύσειν μέλλοντα διὰ πασῶν ἀφικέσθαι. Δεῖ
τοίνυν ἀσκεῖν ἑαυτοὺς ποὺς τήν εἰρήνην πρῶτον τοῖς
ἀνθρώποις δυνατήν· εἶτα αἰτεῖσθαι παρά Θεοῦ τὴν
αὐτοῦ εἰρήνην, καθάπερ καὶ ἐφ’ ἑκάστης ἀρετῆς
ἔχει. Ἐστι γὰρ σωφροσύνη διὰ ἀσκήσεως γινομένη,
καὶ ἔστι σωφροσύνη παρά Θεοῦ τῇ ψυχῇ διδομένη,
καὶ ἀγάπη, καὶ εὐχὴ, καὶ σοφία, καὶ ἐπὶ τῶν ἀλλων
τὸν αύτὲν τρόπον. Διά τοῦτο καὶ ὁ ἱερεὺς περί τῆς
Phaon. Gn. CL. ”

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.