PG 22, col. 717

κόῳ γενέσθαι, οὺδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων
δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι. Ὅσα τοίνυν ἐπὶ τὸ
ταπεινότερον δόξειεν ἐν τοῖς προκειμένοις περὶ αὑτοῦ
λέγεσθαι, ταῦτα τὸν Ἀμνὸν ὁρᾷν τοῦ Θεοῦ, τὸν αἴροντα
τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ σκῆνος τὸ ἀνθρώ-
πειον ὑποϐάλλει νοεῖν. ’Δμνὸς μὲν γὰρ ἦν αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου, κατά τὸν Βαπτιστὴν Ἰωάν-
νην τὸν λέγοντα · ι Ἰδὲ 6 Ἀμνὸς τοῦ Θεοῦ, 6 αἴρων
τὴν ἁμαρτίαν τοῦ κόσμου · ι ἀμνὸς δὲ ἦν καὶ 6 ἐπὶ
σταγὴν ἀγόμενος, κατά τὸ παρά τῷ Ἡσαΐᾳ λόγιον
ginem- ι Ὠς πρόϐατον ἐπὶ σφαγὴν ἢχθη, καὶ ὼς
ἀμνὸς ἐναντίον τοῦ κείροντος ἀφωνοςξῄιυΠερὶ τοῦ
αᾷτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ, ι Ἀπὸ τῶν
ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη είς θάνατον · ι ἔδει γάρ
τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως
ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν, καὶ
ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης θυσίαν τῷ Θεῷ
προσαχθῆναι. ι Ἐπειδὴ γὰρ δι’ ἀνθρώπου 6 θά-
νατος καὶ δι’ ἀνθρώπου ἡ ἀνάστασις ἡ ὲκ νεκρῶν, ι
φησὶν ὁ Ἀπόστολος · ml. ι ῶσπερ δι’ ἐνὸς παραπτώ-
ματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω
καὶ δι’ ἐνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς
δικαίωσιν ζωῆςο ι ἔνθεν καὶ αὐτὸς τοὺς μὲν ἑαυτοῦ
μαθητὰς ζωὴν καὶ φῶς καὶ ’ἀλήθειαν ἑαυτὸν εἶναι,
καὶτὰς λοιπὰς ἐπινοίας τῆς κατ’ αὑτὸν θεολογίας
ὲπαίδευε, τοῖς δὲ ἀμυήτοις τῶν κατ’ αὑτὸν ἀπορρήτων
ἔλεγε· ι Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὂς τὴν
ἀλήθειαν ὑμῖν λελάληκα; ι Ὥσπερ οὖν τὰ τῆς θεολο-
γίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν
ὅμοιον δὴ τρόπον κάνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρω-
ποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ
μέσων ὄντων, ὁμοῦ τε ἄμφω, τά τε κατά τὸν Θεὸν
καὶ τὰ κατά τὸν ἄνθρωπον αὑτοῦ περιειληφότων.
Τούτων χρησίμως ἡμῖν προτετηρημὲνων , ἤδη καὶ
τῶν λογίων αὐτῶν ὲφαψώμεθα, περὶ τῆς Ἰούδα τοῦ
προδότου, καὶ τῶν σὺν αὐτῷ κατά τοῦ Χριστοῦ γενο-
μένης σνσκευῆς, περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ
πάθους αὐτοῦ συμϐεϐηκότων.
quae medii cujusdam instar fuere, ad ea quae passionem illius antecesserunt, et utraque simul tum
ea qua: ad Deum pertinent, tum ea quae ad hominem, qui ille erat, complexa sunt. Postquam igitur
hac anobis non inutiliter observata λ retentaque sunt, jam tum ipsa etiam oracula aggredi tempus
esse videtur, quae et Judam proditorem, cumque eo futuram adversus Christum conspirationem, et quae
illi sub ipsum passionis tempus eventura erant, significabant.
Ἀπὸ ψαλμοῦ μ’. - Περί Ἰούδα. τοῦ-προδότου,
καὶ ’τῶνΖ ab} αὐτῷ ’τὴν κατὰ τοῦ Σωτῆρος
ἡμιῖιν ἐπιϐουλὴν συσκευασαμένων. .
ο Μακάριος 6 συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν
ἡμέρα πονηρᾷ ῥύσεται αὐτὸν 6 Κύριος. Κύριος δια-
φυλάξαι αὑτὸν, καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν
ἑν τῇτῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ὲχθρῶν
αὑτοῦ. Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὑ-
τοῦ, ὅλην τὴν κοίτην αὑτοῦ ἔστρεψας ὲν τῇ ἀρρωστίᾳ
αὑτοῦ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με , ἴασαι τὴν
⁸⁵ Joan. ι, 29. ¹⁸ lsa. LIII, 7, ³⁸ ibid. 8.
¹⁵ lsa. LIII, 7,
tm: , 40.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.