PG 24, col. 100

θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν
μου ποιήσω· καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ ι
πυρώσω σε εἰς καθαρὸν, τοὺς δὲ ἀπειθοῦντας ἀπ-
ολέσω, καὶ τοὺς συμϐούλους σου ώς τὸ ἀπ’ ἀρχῆς. ι
Πυρώσω σε οῦν εἰς καθαρὸν, τουτέστιν, ἐπὶ τῷ καθᾶρ-
ραι καὶ διακρῖναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων.
Διὸ κατά τὸν Σύμμαχον εἴρηται· ι Kal πυρώσω είς
καθαρὸν τὴν σκωρίαν σου ⁸ ι κατά δὲ (8) τὸν Ἀκύλαν
ι Καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. ι Ὠσ-
περ γάρ οἱ καθαίροντες διὰ τοῦ πυρὸς χαλκὸν ἢ σί-
δηρον, τὴν σκωρίαν ἀποϐάλλουσι, καὶ οί τοὺς βότρυς
τῆς ἀμπέλου ἐν ταῖς ληνοῖς πιέζοντες, τὸ γιγαρτῶδεςν
καὶ τά περισσά τῶν ἐκπατηθέντων βοτρύων ἀπορῤΓ
πτουσι, τὸν αὐτὸν τρόπον κάγὼ, φησὶ, πυρώσω είς
καθαρὸν τὸ γιγαρτῶδές σου.
ι Kal. μετά ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μη-
τρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται
ή αἰχμαλωσία αὐτῆς. ι Τῇ μετά ταῦτα συστησομένῃ
κοινῇ πόλει, ἥν τινα καὶ πόλιν δικαιοσύνης ὀνομάζει,
καὶ μητρόπολιν πιστὴν Σιὼν, οὕτω προσειπὼν τὸ σύ-
στημα τοῦ θεοφιλοῦς πολιτεύματος. '0 πάλαι μὲν
συνετὸς παρὰ Ἰουδαίοις διεπεπτώκει’ νῦν δὲ καθ’
ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας
ἐγήγερται τεθεμελιωμένος ἐπὶ τὴν πέτραν. Αὐτοὶ δὲ
τῆς καλῆς πόλεως οί προεστῶτες, κριταὶ, καὶ σύ μϐου-
λοι, οἳ ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν
τοῦ Σωτῆρος ἡμῶν εἰλήφασιν · ἐκ δέ τῆς ἐκείνων δια-
δοχῆς εἰσέτι καί νῦν, ὥσπερ ἐκ σπέρματος ἀγαθοῦ
φύντες διαλάμπουσιν, πρόεδροι τῆς τοῦ Θεοῦ Ἐκκλη-
σίας καθεστῶτες. Οἱ γάρ σωτηρίας ἄξιοι παρὰ Θεῷ
κριθέντες, μόνοι τεύξονται, φησὶ, τῆς ἐπαγγελίας, τῶν
Ἰουδαίων μάτην φανταζομὲνων ἐπιστροφὴν ἔσεσθαι
τοῦ παντὸς αὐτῶν ἔθνους. Αἰχμαλωσίας δὲ ἐλευθερίαν
χρὴ νοεῖν, τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ
Θεοῦ γνῶσιν μεταϐολὴν τῶν ψυχῶν · ἢν καὶ 6 Σωτὴρ
παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαϐὼν τὴν βίϐλον
τοῦ Ἡσαΐου, τήν τε περικοπὴν ἀναγνοὺς τὴν ἐκ προσ-
ώπου αὑτοῦ φήσασαν· ι Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ
εἵνεκεν ἐχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ
με · κηρύξαι αἰχμαλώτοις ἄφεσιν · ι καὶ πτύξας τὴν
D βίϐλον, εἷπε · ι Σήμερον ἡ Γραφὴ αῦτη πεπλήρωται
ἐν τοῖς ώσίν ὑμῶν · ι διδάσκων δὴ, ὡς αὐτὸς εἴη 6 λυ-
τρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν.
ι Καὶ συντριϐήσονται οἱ ἄνομοι, και οἱ ἁμαρτωλοὶ
ἱμα, καὶ οἰ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθή-
σονται. › Ἀλλ’ ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας
διδασκάλους. Τίνες δὲ ἦσαν οὗτοι, ἐδίδαξεν 6 λόγος
διὰ τῶν ἔμπροσθεν, εἰπών ο ι Οὐαὶ ἔθνος ἀμαρτωλόν’
λαὸς πλήρης ἀνομίας. ι
ι Διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν,
ἀ αύτοί⁵ ἠϐούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ⁵ τοῖς
κήποις αὐτῶν, ἃ ἐπεθύμησαν. ι Πλὴν ἐπὶ τοῖς αἰ-
; quare {Aquilae nomen irrepsisse

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.