PG 24, col. 213

τὴν Ἰερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους
ἱερεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς
πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἀπανταχοῦ Ἰουδαίοις
διιαβάλλοντες τὴν Χριστοῦ διδασκαλίαν, ὡς αἶρεσιν
καινὴν καὶ ἀλλοτρίαν τοῦ Θεοῦ, παρήγγελλόν τε δι
ἐπιστολῶν μὴ παραδέξασθαι αὐτήν. Τοῦτο δὲ οὖν
αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία, ἐν
ᾧ λέγει· « Οὐαὶ γῆς πλοίων, πτέρυγες ἐπέκεινα πο-
ταμῶν Aίθιοπίας· ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα·
ἀνθʼ εὗ Σύμμαχος ἀποστόλουςεἶπε φήσας, « Ἀπο-
στέλλων ἀποστόλους ἐν θαλάσσῃ· ὁ δὲ Ἀκύλας
πρεσβότας ἐξέδωκεν εἰπὼν, « Ὁ ἀποστέλλων ἐν θα-
λάσσῃ πρεσβύτας. Ὁρᾷς ὅπως ὁ λόγος τοὺς προ-
λεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει, καὶ τὴν γῆν
αὐτῶν, ἦς ἡ κακία μέχρις Aἰθιόπων ἔφθασε. Διὸ κα-
τὰ τὸν Σύμμαχον εἴρηται, « Οὐαὶ γῆς ὁ ἦχος πτέρυ-
γος, ἡ πέραθεν ποταμῶν Aἰθιοπίας· διʼ ὧν σημαίνει,
ὡς καὶ πέραν τῆς Αἰθιόπων χώρας, ἢ τῶν ἐπχατιῶν
τῆς γῆς, ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίαν γῆν
οἰκούντων διά τινων ὦσπερ ἱπταμένων πλοίων προ-
ῆλθεν, eἱ τε ἀπόστολοι αὐτῶν, ἐπιστολὰς βιβλίνας
κομιζόμενοι, ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι
καὶ τὴν θάλασσανἐμπλέοντες, ἀπανταχοῦ γῆς διέτρε-
νον τὸν περὶ τοῦ Σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λό- circumquaque deportant.
ἀρχόντων αὐτῶν ἐπικομιιζομένους.
« Πορεύσονται γὰρ ἄγγελοι κοῦφοι πρὸς ἔθνος μετ-
ἐωρον καὶ ξένον λαὸν καὶ χαλεπόν. Τίς αὐτοῦ ἐπ-
ἐκεινα;ἔθνος (22) ἀνέλπιστον καὶ καταπεπατημένον.»
Ὡς εἶναι ἀρχὴν πράγματος· καί μοι δοκεῖ τοῦτο τὸ
πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν
εἰρῆσθαι οὕς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγ-
γελιστὰς εἶναι, ἀγγέλους καὶ κούφους ὡνόμασε πρὸς
ἀντιδιαστολὴν τῶν Ἰουδαῖκῶν ἀποστόλων. θησὶν οὖν
πρὸς αὐτοὺς τοὺς τῶν ἀγαθῶν ἀγγέλους Υμεῖς, οἱ
Χριστοῦ μαθηταὶ, πορεύεσθε, ὥσπερ οὗν αὐτὸς ὁ Σω-
τὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· « Πορεύεσθε μᾶλ-
λον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραὴλ,
καὶ,« Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ
ὀνόματί μου. Πορευόμενοι δὲ, φησὶ, κοῦφοι γίνεσθε
καὶ εὐσταλεῖς, ὡς ἂν ῥχδίαν τὴν πορείαν ποιῆσθε·
δὴ καὶ αὐτοῖς πάλιν παρήνει λέγων· « Μηδὲν ἄρητε
κατὰ τὴν δδόν μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον,
μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, καὶ τὰ ἐξῆς.
Κεύεύει δὲ πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξέ-
Matth. X, 6. Maιth.XXvm, 19. Matth. α, 9.
breviter admonui, ne quis nos putet ex illius fonti-
bus mutuasse quæ dicimus: nam et in præsenti ca-
pitulo adversum Judæos et Hierosolymam dicit pro-
phetiam dirigi r quod in principio fidei Christianæ
ad totas gentes epistolas miserint, ne susciperent
passionem Christi, et misetint usque ad Æthiopiam
et occidentalem plagam, totumque orbem ejus
blasphemiæ disseminatione compleverint. Et sane
quod ait Hieronymus Eusebium ἀλληγορικῶς ple-
rumque dictorum sensum interpretari, cuiqne le-
geuti palam erit; quod vero dicit, se non ex Euse-
bii fontibus mntuasse, de toto commentario intelli-
gas: etenim pleraque ille affert, quæ Eusebius nul-
Iaienus attisit; sed tamen multa ex hisce com-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.