PG 24, col. 700

προσενηνεγμένας ψυχὰς, τάς τε ἐξ ὲθνῶν ἐκκλησίας,
ἐφ’ αἷς ἑορτὴ μεγίστη τῷ φιλανθρώπῳ Θεῷ συντε-
λεῖται· οἳ ταῖς τῶν ἀποστόλων λογικαῖς δρεπάναις
θερισθέντες, καὶ ῶσπερ εἰς ἆλως τὰς ἁπανταχοῦ γῆς
Ἐκκλησίας συναχθέντες ὑφ’ ἓν, όμοφώνῳ τε διαθέσει
πίστεως σωματοποιηθέντες, καὶ ἁλσὶ τοῖς ἀπὸ τῶν
ε’. Ταύτῃ πη τῶν παρὰ Μωῦσεῖ προφητικῶν συμ-
ϐὁλων εἰς ἔργα σεμνοτέροις τοῖς ἀποτελέσμασι χω-
ρούντων, αύτοί γε μὴν τὴν ἑορτὴν φαιδροτέραν ἄγειν
παρειλήφαμεν, ὡς ἂν τῷ Σωτῆρι συναγηγερμένοι,
καὶ τῆς αὐτοῦ βασιλείας ἀπολαύοντες. Διὸ οὐκέτι πο-
νεῖσθαι κατὰ τήνδε τὴν ἑορτὴν συγχωρούμεθα, τῆς δ’
ἐλπιζομένης ὲν οὐρανοῖς ἀναπαύσεως τὴν εἰκόνα φέ-
ρειν διδασκόμεθα· ὅθεν οὐδ’ ἐν ταῖς εὐχαῖς γόνυ κλί-
νομεν, οὐδ’ ἀσιτίαις καταπονούμεθα· τοὺς γὰρ τῆς
κατὰ Θεὸν ἀναστάσεως ἠξιωμένους οὐκέτ’ αὖθις οἷόν
τε ἐπὶ γῆς πίπτειν οὐδὲ τοὺς τῶν παθῶν ἠλευθερω-
μένους τά ῖσα πάσχειν τοῖς καταδεδουλωμένοις. Διὸ
μετὰ τὸ Πάσχα τὴν Πεντηκοστὴν ὲν ἑϐδομάσιν ἑπτά
τελείαις ἑορτάζομεν, τὸν μὲν πρότερον αἰῶνα τῆς πρδ
τοῦ Πάσχα τεσσαρακονθημέρου συνασκήσεως ὲν ἒξ
C ἑϐδομάσιν ἀνδρισάμενοιο πρακτικὴ γὰρ ἡ ἑξὰς καὶ
ὲνεργητική· διὸ καὶ ὲν ἒξ ἡμέραις ὁ Θεὸς πεποιηκέναι
λέγεται τὰ σύμπαντα. Τοὺς δ’ ὲν ἐκείνῃ πόνους είκό-
τωςή δευτέρα ἑορτὴ ὲν ἑϐδομάσιν ἑπτὰ διαδέξεται,
πολυπλασιαζομένης ἡμῖν τῆς ἀναπαύσεως, ἦς τὰ
σύμϐολα ή ἑϐδομὰς σημαίνειν θέλει. Οὐ μὴν ἐπὶ
ταύταςότῆς Πεντηκοστῆς ἀριθμὸς ἵσταται· ὑπερ.
ακοντίσας δὲ τὰς ἑπτὰ ἑϐδομάδας, μονάδι τῇ μετὰ
ταύτας ὑστάτῃ τὴν πανέορτον ἡμέραν τῆς Χριστοῦ
ἀναλήψεως ἐπισφραγίζεται. Εἰκότως ἄρα ὲν ταῖς τῆς
ἁγίας Πεντηκοστῆς ἡμέραις τὴν μέλλουσαν ἀνάπαυσιν
διαγράφοντες, τὰς ψυχὰς γαννύμεθα,⁴ καὶ τὸ σῶμα
διαναπαύομεν, ὡς ἂν αὐτῷ συνόντες ἤδη τῷ Νυμφίῳ,
καὶ νηστεύειν μὴ δυνάμενοι.
ς’. Πηλὴν δτι οἱ ἱεροὶ εὐαγγελισταὶ τὸ σωτήριον
πάθος ζαέέᾶ maga, se; “isses Πάσχα
ἀζύμων ἱστόρησαν γεγονέναι, οὐδεὶς ἂν ἀμφιϐάλοιο
τοῦτο γὰρ ἦν τοῦ νόμου τοῦ παρὰ Μωῦσεῖ περὶ τοῦ
Πάσχα λεγομένου αἴτιον. Ἐπειδὴ γὰρ ἔμελλεν ό
Ἀμνὸς τοῦ Θεοῦ ὡς πρόϐατον ἐπὶ σφαγὴν ἄγεσθαι
παρ’ αὐτοῖς Ἰουδαίοις, καὶ τοῦτο πάσχειν ὑπὲρ τῆς
κοινῆς πάντων ἀνθρωπων σωτηρίας, οὐκ ἄλλοτε ἢ
κατὰ τὸν δηλούμενον καιρὸν, προλαϐὼν τὸ μέλλον ὁ
Θεὸς διὰ συμϐόλων εἰκονικῶς, κατ’ αὐτὸν ἐκεῖνον τὸν
μέλλοντά ποτε κατὰ χρόνων περιόδους ἐπιστήσεσθαι
καιρὸν, ἀμνὸν παρὰ Ἰουδαίοις αἰσθητὸν ἐκέλευε
θύεσθαι* καὶ τοῦτο αὐτοῖς κατ’ ἐνιαυτὸν ἐτελεῖτο, ἕως
ἡ ἀλήθεια άποπληρωθεῖσα, τὰς παλαιὰς εἰκόνας πε·
ριέγραψεν. Ὅθεν ἐξ ἐκείνου παρὰ μὲν τοῖς ἔθνεσινὴ
ἀληθὴς τῶν μυστηρίων κεκράτηκεν ἑορτὴ, παρὰ δὲ
Ἰουδαίοις οὐκέτι οὐδ”αύτῶν ἡ favi;th τῶν συμϐόλων

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.