PG 24, col. 704

μεν, ὅτι τοῦτο παράγγελμα οὐκ ἐστιν, ἀλλ’ ἱστορία
πράγματος συμϐεϐηκότος κατὰ τὸν τοῦ σωτηρίου πάο
θους καιρόν. Ἕτερον δέ ἐστι τὸ παλαιὰν πρᾶξιν
διηγεῖσθαι, καὶ ἓτερον τὸ νομοθετεῖν καὶ τοῖς ιιιτὰ
ταῦτα παραγγελίας καταλιμπάνειν.
θ’. Ἀλλά καὶ 6 Σωτὴρ οὐ μετὰ Ἰουδαίων ἐπετέ-
λεσε τὸ Πάσχα κατὰ τὸν καιρὸν τοῦ ἰδίου πά-
θους. Οὐ γὰρ ὅτε ἔθυον ἐκεῖνοι τὸ πρόϐατον, τότε
καὶ αὐτὸς μετὰ τῶν αὐτοῦ μαθητῶν τὸ ἑαυτοῦ
ἦγαγε Πάσχα· οἱ μὲν γὰρ κατὰ τὴν Παρασκευὴν,
ἐν πέπονθεν 6 Σωτὴρ, τοῦτ’ ἔπραττον· ὅθεν
οὐδὲ εἰσῆλθον είς τὸ πραιτώριον, ἀλλ’ 6 Πιλάτος
πρὸς αὐτοὺς ἔξεισιν· αὐτὸς δὲ πρὸ ὅλης ἡμέρας
τῇ πέμπτῃ τοῦ Σαϐϐάτου τοῖς μαθηταῖς· συνανέ·
κειτο, καὶ συνεσθίων αὐτοῖς ἔλεγεν· Ἐπιθυμίᾳ
ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν.
Ὁρᾷς ὅπως 6 Σωτὴρ οὐ μετὰ Ἰουδαιων τὸ
Πάσχα ἦσθιεν; Ἐπειδὴ καινὸν ἦν ἐκεῖνο καὶ ξενίζον
παρὰ τὰ συνήθη καὶ Ἰουδαϊκὰ ἔθη, ἀναγκαίως ἐπέ-
στησεν εἰπών· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ
Πάσχα φαγεῖν μεθ’ ὑμῶν, πρὸ τοῦ με παθεῖν· τά
μὲν γὰρ παλαιὰ ἤθη ὄντα καὶ πεπαλαιωμὲνα, ἃ. δὴ
μετὰ Ἰουδαίων ἤσθιεν, οὐκ ἦν ἐπιθυμητά· τὸδὲ
καινὸν μυστήριον τῆς Καινῆς αὐτοῦ Διαθήκης, ὃ δὴ
μετεδίδου τοῖς ἑαυτοῦ μαθηταῖς, ἐπιθυμητὸν ἦν αὐτῷ
ἐπεθύμησαν ίδεῖν τὰ τῆς Νέας Διαθήκης μυστήρια ·
καὶ αὐτὸς δὲ 6 Λόγος, πάντοτε διψῶν τὴν κοινὴν σω-
τηρίαν, μυστήριον παρεδίδου, δι’ οὗ πάντες ἄνθρωποι
ἔμελλον ἑορτάζειν, ἐπιθυμητὸν τοῦτο αὐτῷ εἶναι
ὡμολόγησε. Τὸ μὲν Μωῦσέως Πάσχα οὐχ ἥρμοζε
πᾶσι τοῖς τότε ἔθνεσι · πῶς γάρ ςὸπότε ὑφ’ ἕνα τόπον
τὸν ἐν τῇ Ἰερουσαλὴμ τελεῖσθαι νενομοθέτητο· διὸ
ι’. Ἀλλ’ αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἐαυ -
τοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπε-
τέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐ-
τοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάν-
τες, ὲπέὸαλον ἐπ’ αὐτὸν τὰς χεῖρας· οὐ γάρ ἢσθιον
αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν
σχολὴν περὶ αὑτὸν εἶχον· καὶ δῆτα συλλαϐόντες ὰπ-
ήγαγον εἰς τὴν οἰκίαν τοῦ Καῖάφα, ἐνθαδιανυκτερεύ-
σαντες, ώς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρί-
νουσιν αὐτὸν πρότερον · εἶτα μετὰ ταῦτα ἀναστάντες
ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε
φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον είς τὸ πραιτώριον,
ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς
γε ᾤοντο, μιανθῶσι, καθαροὶδὲ μείναντεςοὶ παμμὶα-
ροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν
κώνωπα διυλίζοντες , τὴν δὲ κάμηλον καταπίνοντες,
οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαι-
. 24.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.