PG 25, col. 289

μετὰ τῶν περὶ Μαρτύριον ἀποσταλεὶς, ὼς ῆκουσεν
ὲπιστάντας τοὺς πρεσϐυτέρους Ἀθανασίου, ἐκδεχο-
μένων ήμῶν τὴν παρουσίαν αὑτοῦ μετὰ τῶν περὶ
Μαρτύριον καὶ Ἦσύχιον, ἀπεδήμησε νυκτὸς καίτοι
νοσῶν τῷ σώματι· ὡς ἐκ τούτου λοιπὸν ἡμᾶς ἀκολού-
θως στοχάζεσθαι (66), ὃτι, αἰσχυνόμενος τὸν κατὰ
Πιστοῦ ἔλεγχον, ἀνεχώρησεν. Ἀδύνατον γὰρ τὴν κα-
τάστασιν Σεκούνδου τοῦ Ἀρειανοῦ ὲν τῇ καθολικῇ
Ἐκκλησία ἰσχῦσαι. Ἀτιμία γὰρ άληθῶς αὕτη κατὰ
τῆς συνόδου καὶ τῶν ἐν αὐτῇ συνελθόντων ἐπισκό-
πων, ἐὰν τά μετὰ τοσαύτης σπουδῆς καὶ εὐλαϐείας,
ὡς Θεοῦ παρόντος, γενόμενα, ἀντὶ μηδενὸς λυθῇ.
25. Εἴπερ οὖν, ὡς γράφετε, ἐκ τοῦ κατὰ Νοϐᾶτον
καὶ τὸν Σαμοσατέα Παῦλον παραδείγματος τὰ τῶν
συνόδων ίσχύειν δόγματα χρὴ, ἔδει μᾶλλον μὴ mea-
ναι τῶν τριακοσίων τὴν ψῆφον, ἔδει τὴν καθολικῆν
σύνοδον ὑπὸ τῶν ὀλίγων μὴ ἀτιμασθῆναι. Λίρετικοὶ
γὰρ oi. Ἀρειανοὶ, ὥσπερ κάκεῖνοι, καὶ ὅμοιαι αἱ κατὰ
τούτων ψῆφοι ταῖς κατ’ ἐκείνων. Τούτων δὲ τολμη-
θέντων, τίνες είσὶν οἱ φλόγα διχονοίας ἀνάψαντεςτ
ἡμᾶς γὰρ τοῦτο πεποιηκέναι γράψαντες ἐμέμψασθε.
’Ἆρ’ οὗνὴμεῖς διχονοίας εἰργασάμεθα oi. συναλγοῦν-
τες τοῖς πάσχουσιν ἀδελφοῖς, καὶ κατὰ κανόνα πάντα
πεποιηκότες; ἢ οἰ φιλονείκως καὶ παρὰ κανόνα τῶν
τριακοσίων τὴν ψῆφον λύσαντες, καὶκατὰ πάντα
τὴν σύνοδον ἀτιμάσαντες ; Οὐ γὰρ μόνον οἱ Ἀρειανοὶ
ἐδέχθησαν, ἀλλὰ καὶ ἀπὸ τόπου είς τόπον μεμελετή-
κασιν ἐπίσκοποι διαϐαίνειν (6⁷1). Εἰ οὖν άληθῶς ίσῆν
καὶ τὴν αὐτὴν ἡγεῖσθε τιμὴν τῶν ἐπισκόπων, καὶ
ἐκ τοῦ μεγέθους τῶν πόλεων, ὡς γράφετε, κρίνετε
τοὺς ἐπισκόπους, ἔδει τὸν πεπιστευμένον μικρὰν μὲ-
νειν ὲν τῇ πιστευθείσῃ, καὶ μὴ ἐξουθενεῖν μὲν τὸ
πεπιστευμένον (68), μεταϐαίνειν δὲ εἰς τὴν μὴ ἐγχει-
ρισθεῖσαν, ἴνα τῆς μὲν παρὰ Θεοῦ δοθείσης κατα-
φρονῇ. τὴν δὲ τῶν ἀνθρώπων κενοδοξίαν ὰγαπήσῃ.
Οὐκοῦν, ἀγαπητοὶ, ἔδει ἀπαντῆσαι, καὶ μὴ παραιτή-
σασθαι, ἵνα καὶ τέλος λάῦῃ τὸ πρᾶγμα · τοῦτο γὰρ ό
λόγος ἀπαιτεῖ. Ἀλλ’ ἴσως ἡ προθεσμία ὲνετιόδισε³
γράψαντες γὰρ ἐμέμψασθε, ὅτι στενὴν τὴν προθε-
σμίαν τῆς συνόδου ὠρίσαμεν · ἀλλὰ καὶτοῦτο, ἀγαπη-
τοὶ, πρόφασίς ἐστιν. Εἰ μὲνγὰρ ἐρχομένους τινὰς D
συνέκλεισεν ἡ ἡμέρα, στενὸν ἃν τὺ διάστημα τῆς
προθεσμίας ἠλέγχθη · εἰ δὲ oi ἐλθεῖν μὴ βουλόμενοι,
κατεσχήκασι καὶ τοὺς πρεσϐυτέρους ἕως αὐτοῦτοῦ
Ἰανουαρίου (69) μηνὸς, μὴ θαρρούντων ἐστὶν ἡ πρό-
φασις ’ἦλθον γάρ ἂν, ὠς προεῖπον, εί ὲθάῤῥουν, οὺ
πρὸς τὸ διάστημα τῆς ὀδοῦ σκοποῦντες, οὐδὲ πρὸς
τὴν προθεσμίαν ὁρῶντες, ἀλλ’ ἐπὶ τοῖς δικαίοις καὶ
id?) S’ic Reg. et Basil. Editi vero mendose, Πιστῷ
τῷ Ἀρείῳ. ’ ’
⁸(66) Sic Reg. et Basil. Editi vero, ἀποστοχάζε-
σθαι.
(67) Eusebium carpit qui relicta Bm-ytensi sede
Nicomediensem occuparat, ac demum hanc quoque
repudians, Constantinopolitanam invaserat. Qum‘de
sede in sedem translatio canone Nicaeno decimo
quinto prohibetur.
PA'l‘ROL. Gn. XXV.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.