PG 25, col. 701

ἐαυτοῦ πίστιν, ἢν καὶ ἡ κατὰ βαρδικὴν σύνοδος ἀπ-
εδέξατο· οἱ δὲ περὶ Εὐσέβιονοὕτε ἀπελογήσαντο, οὕτε,
ἐλεγχόμενοι ἐξ ὦν ἔγραψαν ἀσεβεῖς, ἐνετράπησαν,
ἀλλὰ καὶ μᾶλλον ἐθρασύνοντο κατὰ πάντων· εἶχον
γὰρ τὴν πρὸς βασιλέα παρὰ τῶν γυναικῶν σύστασιν,
. καὶ πᾶσιν ἦσαν φοβεροί.
7. Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντίνου πόλεως
ἐπισκόπου, νομίζω μηδένα ἀγνοεῖν· ὅσῳ γὰρ ἐπιφα-
νὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται.
(45) Καὶ κατὰ τούτου τοίνυν πρόφασις ἐπλάσθη. Καὶ
γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος, ὁ νῦν ἐπίσκο-
πος ἀντʼ αὐτοῦ γενόμενος, παρόντων ἡμῶν κατὰ τὴν
κατηγορίαν, κεκοινώνηκεν αὐτῷ, καὶ πρεσβύτερος ἦν
ὑπʼ αὐτὸν τὸν Παῦλον. Καὶ ὅμως, ἐπειδὴ Εὐσέβιος
ἐπωφθαλμία, θέλων ἀρπάσαι τὴν ἐπισκοπὴν τῆς πό-
λεως (οὕτω γὰρ καὶ ἀπὸ Bηρυτοῦ εἰς τὴν Nικομή-
δειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου,
καὶ eὐκ ἡμέλησαν τῆς ἐπιβουλῆς, ἀλλʼ ἔμειναν δια-
βάλλοντες. Καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξ-
ωρίσθη παρὰ Κωνσταντίου (16)· τὸ δὲ δεύτερον παρὰ
Κωνσταντίου, δεθεὶς ἀλύσεσι σιδηραῖς, εἰς Σίγγαρα
τῆς Μεσοποταμίας ἐξωρίσθη, καὶ ἐκεῖθεν εἰς τὴν
Ἐμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον
τῆς Καππαδοκίας περὶ τὰ ἔρημα τοῦ Ταύρου· ἔνθα
καὶ ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρʼ αὐ-
τῶν, ἐτελεύτησε. Τοῦτο μέντοι δράσαντες, οὐκ ἡσχύν-
θησαν καὶ μετὰ θάνατον, οἱ μηδὲν ἀληθεύοντες, πλά-
σασθαι πάλιν πρόφασιν, ὡς ἀπὸ νόσου τελευτήσαντος
αὐτοῦ, καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοι-
κούντων τὸν τόπον ἐκεῖνον. Καὶ γὰρ καὶ Φιλάγριος,
βικάριος ὡν τότε τῶν τόπων ἐκείνων, καὶ πάντα τὰ
ἐκείνων ὑποκρινόμενος ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως
ἐπὶ τούτῳ θαυμάζων, καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ αὐ-
τὸς. ἀλλʼ ἕτερος εἰργάσατο τὸ κακὸν, ἀπήγγειλε πολ-
λοῖς τε ἄλλοις καὶ γνωρίμοις ἡμῶν, καὶ τῷ ἐπισκόπῳ
Σεραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρʼ ἐκείνων εἰς
τόπον τινὰ βραχύτατον καὶ σκοτεινὸν, ἀφείθη (47)
λιμῷ διαφθαρῆναι εἶτα μεθʼ ἡμέρας ἐξ, ὡς εἰσελθόν-
τες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπ-
έπνιξαν τὸν ἄνθρωπον· καὶ οὕτω τέλοςἔσχε τοῦ βίου
τούτου. Τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γε-
γενῆσθαι θίλιππον τὸν γενόμενον ἔπαρχον. Ἀλλʼ οὐδὲ
τοῦτο(48) παρεῖδεν ἡ θεία δίκη· οὐδὲ γὰρ παρῆλθεν
(45) In hoc loco explanando desndsrunt viri do-
ctrina celeberrimi, quorum nonnulli vitium in con-
textu suspicati sunt, sed immerito : nam locus hene
habet, dum recte explanetur. Ecce, nostro quidem
judicio, veram Athanasii sententiam. Ait, a Mace-
doanio del aum fuisse Paulum, se præsente, id est
anno 338, cum ab exsilio revertens Athanasius Con-
stantinopoli pertransiret : sed nihilominus postea
ipsum Macedonium cum Paulo communicasse, ac
sub ipso presbyterum fuisse. Verum cum Constanti-
nopolitanæ sedis invadendæ cupido Eusebium in-
sessisset,redintegratam fuisse criminationem. Quod
autem subsequitur. καὶ τὸ μὲν πρῶτον, etc., illud,
inquam, non innuit primum exsilium ob supra me-
moratam Macedonii accusationem irrogatum fuisse:
accusatio quippe illa post mortem Coustantini facta
fuit; cum tamen, ut hic enarratur, primo exsularit
Paulus tempore Constantini Magni. Sed occasione
secundi exslii quod illam Macedonii accusationem

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.