PG 25, col. 734

κὸς κανὼν, οὒτε τοιαύτην πώποτε παράδοσιν ἔσχομεν
παρὰ τῶν Πατέρων, τῶν καὶ αὐτῶν παραλαϐόντων
παρὰ τοῦ μακαρίου καὶ μεγάλου ἀποστόλου Πέτρου.
Ἀλλ’ εἴπερ ἄρα μέλει τῷ βασιλεῖ περὶ τῆς ἐκκλησια-
στικῆς εἰρήνης, εἰ κελεύει λυθῆναι τὰ παρ’ ἡμῖν περὶ
Ἀθανασίου γραφέντα· λυέσϐω καὶ τὰ παρ’ ἐκείνων
κατ’ αὑτοῦ γενόμενα, λυέσΘω δὲ καὶ τὰ κατὰ πάντων⁸
καὶ γενέσθω λοιπὸν ἐκκλησιαστικὴ σύνοδος μακρὰν
τοῦ παλατίου, ὲν βασιλεὺς οὐ πάρεστιν, οὺ κόμης
παραγίνεται, οὐ δικαστὴς ἀπειλεῖ, ἀλλὰ μόνον ὁ τοῦ
Θεοῦ φόϐος ἀρκεῖ καὶ ὴ τ’ὦν ἀποστόλων διάταξις· ἶν’
οὕτως προηγουμένωςή μὲν ὲκκλησιαστικὴ πίστις σώ-
ζηται, καθὼς οἱ Πατὲρες ὥρισαν ἐν τῇ κατὰ Νίκαιαν
συνόδῳ⁸ οἱ δὲ τὰ Ἀρείου φρονοῦντες ἐκΰάλλωνται (58),
καὶ ἡαῖρεσις αὐτῶν ἁναϐεματισοῇ· καὶ τότε λοιπὸν,
κρίσεως γενομένης περὶ ὧν Ἀθανάπιος, καὶ εἴ τις
ἕτερος ἐγκαλεῖται, καὶ περὶ ὧν ἐγκελεύονται καὶ αὑο
τοὶ, οἱ μὲν ὑπεύθυνοι ἐκϐάλλωνται, οἱ δὲ καθαροὶ παῤ-
ρησίαν ἔχωσιν. Οὐ γὰρ οἷὸν τε συκδῳ συναριθμη-
θῆναι τοὺς περὶ πίστιν ἀσεϐοῦντας· οὐδὲ πρέπει προ-
κρίνεσθαι πράγματος ἐξέτασιν τῆς περὶ πίστεως ἑξ-
ετάσεως. Χρὴ γὰρ πρῶτον πᾶσαν περὶτῆς πίστεως
διαφωνίαν ἑκκόπτεσοαι, καὶ τότε τὴν περὶ τῶν πρα-
γμάτων ἔρευναν ποιεῖσθαι. Καὶ γὰρ ὁ Κύριος ἡμῶν
Ἰησοῦς ὁ (59) Χριστὸς οὐ πρότερον ἐθεράπευε τοὺς
πάσχοντας, πρὶν ἂν δείξωσι καὶ εἴπωσιν, ὁποίαν πί-
στιν εἶχον εἰς αὐτόν. Ταῦτα παρὰ τῶν ῐιατέρων ἐμά-
Θομεν· ταῦτα ἐπαγγειλον τῷ βασιλεῖ· ταῦτα γὰρ καὶ
αὐτῷ συμςέρει, καὶ τὴν Ἐκκλησίαν οἰκοδομεῖ. Μὴ
ἀκουέτω (ιθ) δὲ οὑρσάκιος καὶ Οὐάλης· καὶ γὰρ καὶ
ὲν τοῖς προτέροις μετενόησαν, καὶ, νῦν λέγοντες, οὐκ
εἰσὶ morai.
57. ’0 μὲν οὖν ἐπίσκοπος Λιὸέριος τοιαῦτα· ὀ δὲ
εὐνοῦχος, λυπηθεὶς, οὐ τοσοῦτον ὅτι μὴ ὑπέγραψεν,
ἀλλ’ ὅτι τῆς αἱρέσεως ἐχθρὸν αὑτὸν εὗρεν , ἐπιλαθό-
μενός τε, ὅτι πρὸς ἐπίσκοπον ἦν, μεγάλως ἀπειλή-
σας ἐξήρχετο μετὰ τῶν δώρων · πράττει δέ τι πα-
ράνομον, Χριστιανῶν μὲν ἀλλότριον, σπαδόντων δὲ
τολμηρότερον. Τὴν γὰρ παράϐασιν τοῦ Σαοὺλ μιμη-
σάμενος, ἀπελθὼν εἰς τὸ μαρτύριον Πέτρου τοῦ ἀπο-
στόλου, τὰ δῶρα αὐτῷ ἀνέθηκεν. Ἀλλὰ μαοὼν ὁ Λι-
ϐέριος, πρὸς μὲν τὸν τηροῦντα τὸν τόπον, καὶ μὴ
κωλύσαντα, μεγάλως ἠγανάκτησεν ο etC/:1 δὲ ὼς ἄου-
τον θυσίαν ἀπέρριψε, καὶ τοῦτο μᾷλλον εἰς ὀργὴν ,
ἐκίνει τὸν θλαδίαν. Παροξύνει τοίνυν βασιλέα, λέγων·
Οὐκέτι περὶ τοῦ γράψαι Λιὸέριόνὲστιν ἡμῖν ἡ φρον-
τὶς, ἀλλ’ ὃτι κατὰ τῆς αἱρέσεως οὕτω φρονεῖ, ὡς ἐξ
ὀνόματος τοὺς Ἀρειανοὺς ἀναθεματίζειν. Εἰς τοῦτο
δὲ κινεῖ καὶ τοὺς ἑτέρους σπάδοντας (41) · πολλοὶ⁵ δὲ,
videtur posita pro ἐγκαλοῦντα.
(59) Ita Heg. In editis articulus deest.
(40) Forte ἀκουέσοω.
(41) Quanta apud Constantium luerit eunucho-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.