PG 25, col. 795

γενομένοις, εί ἐκ προστάξεως ταῦτα ἐπεποιήκει.
Καὶ γὰρ καὶ ἀπελθόντας ἡμᾶς πρὸς αὑτὸν, καὶ
ἀξιοῦντας μηδενὶ βίαν ποιεῖν, μηδὲ ἀρνεῖσθαι τὰ
γενόμενα, ἐκέλευσε, Χριστιανοὺς ἡμᾶς ὄντας, κατα-
κοπῆναι ροπάλοις⁴ δεικνὺς καὶ ὲκ τούτων τὸν γενό-
μενον νυκτδς πόλεμον κατὰ τῆς Ἐκκλησίας. Διὰ
τοῦτο καὶ νῦν ταῦτα διαμαρτυρόμεθα, ήδη καὶ⁸ μελ-
λόντων τινῶν ἐξ ἡμῶν ἀποδημεῖν παρὰ τὸν εὐσεϐέ-
στατον Αὔγουστον. Ὀρκὶζομεν δὲ κατὰ τοῦ παντο-
κράτορος Θεοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ εὐσεϐεστά-
του Αὐγούστου Κωνσταντίου, τόν τε ἔπαρχον τῆς
Αἰγύπτου Μάξιμον καὶ τοὺς κουριώσους ἀνενεγκεῖν
πάντα ἐπὶ τὴν εὐσέϐειαν τοῦ Αύγούστου.καὶ τὴν
ἐξουσίαν τῶν λαμπροτάτων ἐπάρχων. Ὀρκίζομεν δὲ
καὶτοὺς ναυκλήρους πάντας κηρύξαι ταῦτα πανταχοῦ,
καὶ εις ἀκοὰς τοῦ εὐσεϐεστάτου Αὐγούστου ἀνενεγκεῖν,
καὶ είς τοὺς ἐπάρχους, καὶ εἰς τοὺς κατὰ τόπον δικα-
στάς· ῖνα γνωσθῇ ὸγενόμενος πόλεμος κατά τῆς Ἐκκλη-
σίας, καὶ ὅτι ἐν καιροῖς τοῦ Αὐγούστου Κωνσταντίου
εποίησε Συριανὸς γενέσθαι μάρτυρας παρθένους τε
καὶ ἄλλους πολλούς (2). Ἐπιφωσκούσης γὰρ τῇ πρὸ
πέντε είδῶν Φευϐρουαρίων, τουτέστι τῆς ιδ’ τοῦ Μεχὶρ
μηνὸς, ἁγρυπνούντων ἡμῶν ὲν τῷ Κυριαχῷ, καὶ ταῖς
εὐχαῖς σχολαζόντων (σύναξις γὰρ ἔμελλε τῇ παρα-
σκευῇ γίνεσθαι ), ἐξαίφνης περὶ τὸ μεσονύκτιον ἐπῆλ-
θεν ἡμῖν τε καὶ τῇ ἐκκλησία ὁ λαμπρότατος δοὺξ C
Συριανὸς μετὰ πολλῶν λεγεώνων στρατιωτῶν, ἐχόν-
των ὅπλα, καὶ ξίφη γυμνὰ, καὶ βέλη, καὶ ἄλλα πολε-
μικὰ σκεύη, καὶ τὰς περικεφαλαίας ἐπὶ τῶν κεφα-
λῶν Καὶ ἀληθῶς εὐχομένων ἡμῶν καὶ ἀναγνώσεως
γινομένης, τὰς μὲν θύρας κατέαξαν· ὡς δὲ τῇ βίᾳ
τοῦ πλήθους ἡνεῲγεισαν αἱ θύραι, ἐκέλευσε· καὶ
οἱ μὲν ἐτόξευον, οί δὲ ἠλάλαζον, καὶ κτύπος ἐγίγνετο
τῶν ὃπλων, καὶ τὰ ξίφη ἀντέλαμπον τῷ ἐκ τῶν λύ-
χνων φωτί. Καὶ λοιπὸν τὰ ἐκ τούτων, παρθένοι ἁν-
ῃροῦντο, καὶ πολλοὶ κατεπατοῦντο, καὶ συνέπιπτον
ἀλλήλοις, ἐπερχομένων τῶν στρατιωτῶν, καὶ ἄνδρες
τοξευόμενοι ὲθανατοῦντο· ἔνιοι δὲ τῶν στρατιωτῶν
καὶ ἐπὶ τὸ διαρπάζειν ἐτρέποντο, καὶ γυμνὰς
ἴστων (5) τὰς παρθένους, ὁπότε φόϐος ἦν αὑταῖς
μείζων τοῦ θανάτου, τὸ κᾶν ὅλως ἅπτεσθαί τινας
αὐτῶν. Καὶ ὁ μὲνιὲπίσκοπος ἐκάθητο ἐπὶ τοῦ θρό-
λ νου, προτρέπων πάντας εῠχεσθαι· ὁ δὲ δοϋξ ἐστρατ-
ήγει, ἔχων μεθ’ ἑαυτοῦ (4) καὶ Ἱλάριον τὸν νοτά⁴
ριον. ἐνεργοῦντα τοιαῦτα, οἶα καὶ τὸ τέλος ἔδειξεν,
ὐ μὲν γὰρ ἐπίσκοπος, ἑλκόμενος, παρ’ ὀλίγον δι-
εσπάσθη. Παραλυθεὶς γοῦν μεγάλως, καὶ ὡς νεκρὸς
γενόμενος, οὐκ οἴδαμεν ποῦ γέγονεν ἀφανὴς παρ’
αὐτῶν · ἀποκτεῖναι γὰρ αὑτὸν ἐσπούδαζον. Οἱ δὲ, ὡς
(Ξ) Sic Reg. Basil. et Felck. 'l. In editis πολλούς
deest. Quod sequitur-autent, πρὸ πέντε stafiva (Reg.
l§£ov) φευρουαρίων, Nannius vertit, quium Καίέηιίιῖε
Februarius, sédperperam; nam, teste Felckmanno,
in _Gra!cis codicibus, quibus usus Nannius est,
eadem quis supra 'lectio’ habetur, ut similiter pau-

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.