PG 32, col. 132

In English: De Spiritu Sancto 15

οἰ βαπτίζόμενοι’”Ωστε εἴ τίς ἔστιν εν τῷ ὕδατι χοὶ-
ρις, οὐκ ἐκ τῆς φύσεώς ἐστι τοῦ ὕδατος, ἀλλ’ ἐκ
τῆς του Πνεύματος παρουσίας. Οὐ γάρ ἐστι τό βά-
πτισμα ῥύπου σαρκός ἀπόθεσις, ἀλλὰ συνειδήσεως
ἀγαθῆς ἐπερώτημα εἰς Θεὸν. Πρὸς οὖν τόν ἐξ ἀνα-
στάσεως βίον καταρτίξων ἡμᾶς ό Κύριος, τήν εὐαγ-
γελικὴν πᾶσαν ἐκτίθεται πολιτείαν, τό ἀόργητον, τὸ
ἀνεξίκακον, τό φιληδονίας ἀρρύπωτον (91), τὸ ἀφιλ-
άργυρον τοῦ τρόπου νομοθετῶν · ὥστε οἱπερ ό αἰὼν
ἐκεῖνος κατά τὴν φυσιν κέκτηται, ταῦτα προλαϐόν-
τας ἠμᾶς ἐκ προαιρέσεως κατορθουν. Εἰ τοίνυν τις
Β 36. Διά Πνεύματος ἁγίου ἠ εἰς παράδεισον ἀποκα-
τάστασις ο ἡ εἰς βασιλείαν οὐρανῶν ἄνοδος · ἠ εἰς
υἱοθεσίαν ἐπάνοδος · η παρρησία τοῦ καλεῖν ἐαυ-
τῶν (93) Πατέρα τόν Θεὸν, κοινωνὸν γενέσθαι τῆς,
χάριτος τοῦ Χριστοῦ, τέκνον φωτὸς χρηματίζειν,
δόξης ἀϊδίου μετέχειν, καὶ ἁπαξαπλῶς ἐν παντὶ πλη-
ρώματι εὐλογίας γενέσθαι ἓν τε τῷ αἰῶνι τούτῳ καὶ
ἐν τῷ μέλλοντι ⁸ τῶν ἄν ἐπαγγελίαις ἀποκειμένων
ἡμῖν ἀγαθῶν, ὧν διὰ πίστεως ἀπεκδεχόμεθα τὴν
ἀπόλαυσιν, ὡς ἤδη πορόντων, τὴν χάριν ἓνοπτριξό-
μενοι. Εἰ γὰρ ό ἀρραϐὼν τοιοῦτος, ἡλίκον τὸ τί·
λειον ; καὶ εἰ ἡ ἀπαρχὴ τοσαύτη (94), τίς ἡ τοῦ ὅλου
πλήρωσιςο Ἔτι κάκεῖθεν τῆς ἀπὸ τοῦ Πνεύματος
C χάριτος πρὸς τό έν ὕδατι βάπτισμα γνώριμον τὸ
διάφορον · ότι Ἰωάννης μεν ἐϐάπτισεν ἄν ὕδατι εἰς
μετάνοιαν, ό δε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ίν τῷ
ιινεύματι τῷ ἁγίῳ (95). Ἐγὼ μεν γὰρ ὑμᾶς, φησὶ,
βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν · ό δε ὀπίσω μου
ἐρχόμενος ἰσχυρότερός μού ἐστιν ο οὗ οὐκ εἰμὶ
ἰσχυρότερός μού ἐστιν*
ἱκανός τά ὑποδήματα βαστάσαι ’ αὐτὸς ὑμᾶς
αὐτὸς
βαπτίσει ἐν Πνεύματι ἁγίῳ. καὶ πυρί⁹ τὸ τοῦ
πυρὸς βάπτισμα τὴν ἐν τῇ κρίσει δοκιμασίαν λέγων,
καθά φησιν ό Ἀπόστολος ’ Ἐκάστου τὸ* ἔργον
ὁποῖόν ἐστι, τό πῦρ αὐτὸ (96) δοκιμάσει· καὶ
πάλιν ο Ἠ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀπο-
καλύπτεται. Ἤδη δὲ τινες ἐν τοῖς ὑπερ εὐσεϐείας
D
ἀγῶσιν, ἀληθείᾳ καὶ οὐ μιμήσει τὸν ὑπὲρ Χριστοῦ
θάνατον ὑποστάντες, οὐδὲν τῶν ἐκ τοῦ ὕδατος συμ-
ϐόλων εἰς σωτηρίαν ἐπεδεήθησαν, ἐν τῷ ἰδίῳ ai-
ματι βαπτισθέντες. Καὶ οὐκ ἀθετῶν τό ἐν τῷ ὕδατι
βάπτισμα, ταῦτα λέγω, ἀλλά τοὺς λογισμοὺς καθ-
αιρῶν τῶν ἐπαιρομένων κατά τοῦ Πνεύματος, καὶ
⁵ο ibid.
πλήρωσις, quae verba sicreddidit Erasmus ε 0αᾷ
erit verbi consummatio ? Paulo post addimus εις
μετάνοιαν ex tribus codicibus.
(95) Τῷ ἀγίῳ. Editi addunt καὶ τῷ πυρί. Sed hinc
in nullo codice ms.
(96) Αὐτό- Legitur ea vox in cod. Colbert. et
Reg. quinto, abest ab aliis.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.