PG 35, col. 880

ταῖς ἐκ χειρῶν αὕραις τὸ πλῆθος τῶν σαρκῶν ἀναψῦ-
χοντας’ καὶ τὰ ἐπὶ τούτοις, πλήθειν μὲν κρεῶν τήν
τράπεζαν, πάντων χορηγούντων ἡμῖν τῶν στοιχείων
πλουσίως⁶ ἀέρος, γῆς, ὕδατος καὶ στενοχωρεῖσθαι (37)
τοῖς μαγειρων καὶ ὀψοποιῶν μαγγανεύμασιν, ἀγῶνα
δὶ εἶναι πᾶσιν, ὅστις ὡς μάλιστα τὴν λίχνην (38)
ἡμῖν καὶ ἀχάριστον κολακεύσει γαστέρα, τὸ βαρὺ
φορτίον καὶ ἀρχέκακον, τὸ ἀπληστότατον θηρίον καὶ
ἀπιστότατον, τὴν καταργουμένην αὐτίκα σὺν τοῖς
καταργουμένοις βρώμασι. Καὶ τοῖς μὶν πολύ τι κό-
ρος moi ὕδατος, ἡμῖν δὲ καὶ μέχρι μέθης οἱ τοῦ οἷ’-
νου κρατῆρες, μᾶλλον δὲ καὶ ὑπὲρ τήν μέθην, τοῖς
B
γε ἀκολαστοτέροις’ καὶ τὸν μὲν ἀποπεμψάμεθα τῶν
οἴνων, τὸν δὲ ἐγκρινοῦμεν ὡς ἀνθοσμίαν (39), περὶ
δὲ τοῦ φιλοσοφήσομεν, ζημία δί, εἰ μή προσέσται τῷ
ἐγχωρίῳ καὶ τῶν ὀνομαζομένων ξένων (40), τις ὥσπερ
τύραννος. Δεῖ γὰρ ἡμᾶς ἀϐροὺς καὶ τῆς χρείας περιτ-
τοτέρους, ἢ εἶναι, ἢ νομίζεσθαι, ὣσπερ αἰσχυνομένους,
εί μὴ κακοὶ νομιζοίμεθα, καὶ δοῦλοι γαστρὸς, καὶ τῶν
ὑπὸ γαστέρα.
IH'. Τί ταῦτα, ὦ φίλοι καὶ ἀδελφοίς τί νοσοῦμεν
καὶ αὐτοὶ τὰς ψυχὰς (41), νόσον πολὺ τῆς τῶν σωμά-
των (42) χαλεπωτέραν; "Och τὴν μὲν ἀκούσιον οἴδα,
τὴν δὲ ἐρχομένην ἐκ προαιρέσεως · καὶ τὴν μὲν τῇ
νζωῇ ταύτῃ συγκαταλυομὲνην, τὴν δὲ ωναπιοῦσαν
ἡμῖν μεθισταμένοις (43)’ καὶ τήν μὶν έλεουμένην,
τήν δὲ μισουμένην, τοῖς γε νοῦν ἔχουσιν. Τί μὴ βοη-
θουμεν τῇ φύσει καιρὸν ἔχοντες (44); τί μή περι-
στέλλομεν, σάρκες ὄντες, τῆς σαρκὸς τήν ταπείνω-
σιν; τί τρυφῶμεν ἐν τοῖς τῶν ἀδελφῶν δυστυχήμασι ;
Μή μοι γένοιτο, μήτε πλουτεῖν τούτων ἀπορουμέ-
νων · μήτε εὑεκτεῖν, εἰ μὴ βοηθοίην (45) τοῖς τούτων
τραύμασι ⁸ μή τροφῆς ἷκανῶς ἔχειν, μή σκέπης, μή
ὑπό στέγην ἀναπαύεσθαι, εἰ μὴ καὶ ἄρτον όρέξαιμι,
καὶ μεταδοίην ἐσθῆτος εἷς δύναμιν, καὶ ὑπὸ στέγην
ἀναπαύσαιμυ Ἀλλ’ ἤτοι πάντα ἀποθετέον Χριστῷ,
τίνα γνησίως ἀκολουθήσωμεν αὐτῷ, τὸν σταυρὸν αρα-
μενοι, καὶ ἀναπτῶμεν ὡς κούφοι (46) πρὸς τὸν ἅνω
ιόσμον, καὶ εὐσταλεῖς ὑπὸ μηδενδςνκαθελκόμενοι,
καὶ κερδήσωμεν ἄντὶ πάντων Χριστὸν, διὰ ταπείνω-
σιν ὁψωθέντες, καὶ διὰ πενίαν πλουτήσαντες ἢ Χριο
στῷ τὰ ὄντα συμμεριστέον, τίνα (47) πως καὶ τὸ ἔχειν,
codd.
(45),Βοηθοίην.-8ἰο duo Regg. et ΟΡ. 2. Alii, βοη-
θείην [perperam].
(46) Ὣςς κοῦφοι. Deest ὡς in pluribus codd. Hic
locus in _0r. Δ2, aliisquepermultis sic legitur : x05-
φοι καὶ, εὐσταλεῖς πρὸς τόν ἄνω, etc. In aliis vero, ut
in editis.
(47) "Iv?! πως καὶ Ατὸγ ἔχειν, etc., ‹‹ ut aliquo mo-
do id etiam quod habemus, propmrea quod recte
habeamus, et communicemus'cum iis qui non ha-
bent, sanctificetur; ι nempe honesta! possessionis
atque officii ratione.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.