PG 36, col. 324

γειον καὶ ούρανιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρα-
τὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος·
τὸν αὒτὸν, πνεῦμα καὶ σάρκα ' πνεῦμα διὰ τὴν χάριν,
σάρκα διὰ τῆν ἔπαρσιν ’ τό μὲν, ἵνα μένῃ καὶ δο-
ξάζῃ τὸν εὐεργέτην ⁶ τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάο
σχων (28) ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει
φιλοτιμούμενος (29) ⁹ ζῶον ἐνταῦθα οἰκονομούμενοι,
καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου
τῇ πρὸς Θεὸν νεύσει θεούμενυν. Εἲς τοῦτο γὰρ ἐμοὶ
φέρει τὸ μέτριον ένταῠθα φέγγος τῆς ἀληθείας,
λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν, ἀξίαν τοὺ καὶ
συνδήσαντος, καὶ λύσοντος (30), καὶ αὖθις συνδήσον-
τος ὑψηλότερον.
lB'. Τοῦτον (31) ἔθετο μὲν έν τῷ παραδείσῳ, ὅστις
ποτὲ ῆν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίιῇ τιμήσας,
’ἶν’ ἦ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρα-
σχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωργὸν,
θείων ἐννοιῶν ἴσως, τῶν τε ἁπλουστέρων καὶ τῶν
τελεωτέρων, γυμνὸν καὶ ἁπλότητι καὶ ζωῇ ἀτέχνῳ,
καὶ δίχα παντὸς έπικαλύμματος καὶ προϐλήματος.
Τοιοῦτον γὰρ ἔπρεπεν εῖναι τὸν ἀπ’ ἀρχῆς. Καὶ δί-
δωσι νόμον, ὕλην τῷ αὖτεξουσίῳ. Ὀ δὲ νόμος ἧν
ἐντολὴ, ὧν τε μεταληπτέον αὒτῷ φυτῶν, καὶ οὗ μὴ
προσαπτέον. Τὸ δὲ ἦν τὸ ξύλον της γνώσεως, οὕτε
φυτευθὲν ἀπ’ ἀρχῆς κακῶς, οὔτε ἀπαγορευθὲν φθονε-
ρῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσσας οἱ θεομάχοι,
μηδὲ τὸν ὅφιν μιπείσθωσαν) ⁹ ἀλλὰ καλὸν μὲν εὒκαί-
ρως μεταλαμϐανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν,
ὡς ἡ ἐμὲ θεωρία, ῆς μόνοις ἐπιϐαίνειν ἀσφαλὲς τοῖς
τὴν ἕξιν τελεωτέροις), ού καλὸν δὲ τοτς ἁπλουστέροις
ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις, ὥσπερ ούδὲ τροφὴ
τελεία λυσιτελὴς τοῖς ἀπαλοις ἔτι καὶ δεομένοις γά-
λακτος. Ἐπεὶ δὲ φθόνῳ διαϐόλου, καὶ γυναικὸς ἔπη-
ρείᾳ, ἢν τε ἔπαθεν ὡς ἁπαλωτέρα, καὶ ἢν προσήγα-
γεν ὡς πιθανωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείαςί ἒμή
γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο
τῆς δοθείσης, καὶ ἡττήθη τῆς πικρᾶς γεύσεως ° ὁμοῦ
δὲ (32) τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσω, καὶ
τοῦ Θεοῦ, διὰ τὴν κακίαν ἐξόριστος γίνεται, καὶ τοὺς
δερματίνους ἀμφιέννυται χιτῶνας, ἴσως τῆν παχυτέ-
ραν σάρκα, καὶ θνητὴν, καὶ ἀντίτυπον · καὶ τοῦτο
πρῶτον γινώσκει τὴν ἰδίαν αἰσχύνην, καί ἀπὸ Θεοῦ
κρύπτεται, Κερδαίνει μέν τι (33) κάνταῦθα ' τὸν θά-
νατον, καὶ τὸ διακοπῆναι τὴν ἁμαρτίαν, ’ίνα μὴ
ἀθάνατον ᾖ τὸ κακόν ⁸ καὶ γίνεται φιλανθρωπία ἡ
τιμωρία. Οὕτω γὰρ ἐγώ (34) πείθομαι κολάζειν
Θεον.
Pari, Comb. Mendose in ed., τοῦτο.
(32) ’0μοῦ δέ. Sic quinque Regg., In ed., ὁμοῦ
τε’(33) μέν τι. Sic septem Regg., tres Colb. Cois].
1, εις. In ed., μέν τοι,
(34) Ἐγώ. Deest in quinque Reg.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.