PG 39, col. 96

γραμμα περὶ ταύτης (89) ίδικῶς αὐτῷ τῆς ὑποθέ-
. σεως πεπονημένον, κάκεῖνον διὰ τοῦ γράμματος
ἔχομεν ἡμῖν συμφθεγγόμενον.
Τίς οὖν ἡ πρὸς τὴν πεῦσιν άπόκρισις; Τὴν ἁγίαν
σύνοδον τῶν Πατέρων τῶν ἐν Νικαίᾳ, σύνοδον ὅντως
καθολικὴν καὶ ἀποστολικὴν γνωρίζομεν, καὶ πίστιν
τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν Πατέρων τηνικαῦτα, φυλάτ-
τομεν ἀκίνητον (90), καὶ⁵ πρὸς τὺ διηνεκὲς ἀσπά-
ρακτον μένειν εὔχομαι (91). Γέγονε δὲ τότε τοῖς Πασ-
τράσιν ἀναγκαιότερον, πλατύτερον ἐξηγήσασθαι περὶ
τῆς δόξης τοῦ Μονογενοῦς · ἐπειδὴτότε νεωστὶ φυσα-
μένην τὴν αἵρεσιν τοῦ ’Δρείου διὰ σπουδῆς ἔσχον
ἐκκόψαι, τὰ πρῶτα αὐτῆς προαναιροῦντες σπέρματα,
πρὶν τελέως ἐκτραχυνθῆναι τὴν ἄκανθαν. Σεσιγη-
μένου δὲ τηνικαῦτα τοῦ κατὰ τὸ Πνεῦμα ζητήματος,
διὰ τοῦτο πλατύτερον μὲν οὐδὲν προσέθεσανο τοῖς
μέντοι γε συνετῶς ἀναγινώσκουσιν, αὐτάρκης καὶ
ἠ περὶ τοῦ Πνεύματος ἐν ἐκείνῃ τῇ πίστει διδασκα-
λία. ’Ὠσπερ (92) είς Πατέρα καὶ Υίὸν πιστεύειν,
οὕτω καὶ είς τὸ Πνεῦμα πιστεύειν ἐδογμάτισανσ
μήτε ἑτέραν τινὰ φύσιν ἐπεισάγοντες τῇ θείᾳ καὶ»
μακαρίᾳ Τριάδι · μήτε τι τῶν ἐκ τῆς Τριάδος ἀπο-
τέμνοντες, είς τὴν τῆς πίστεως ἔκθεσιν. Ἐπεὶ δὲ
πρόσφατον ό Σατανᾶς διασαλεύειν τὰς Ἐκκλησίας
ἐπιχειρῶν, ἐνέϐαλέ τισι περὶ τοῦ Πνεύματος διστα-
γμὸν, ἀναγκαῖον ἐπὶ τὴν πηγὴν ἀνατρέχειν τῆς
πίστεως, ἐξ ἦς καὶ oi κατὰ Νίκαιαν Πατέρες ἀνα· λ
ρυσάμενοι, τὴν ἔκθεσιν τῆς πίστεως ἐποίησαν. Τίς·
οὖν ἡμῶν ἠ τῆς πίστεως τελειότης; Ἦ τοῦ Κυρίου
παράδοσις, ἣν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς
ἁγίοις αὐτοῦ μαθηταῖς ἐνετείλατο, προστάξας ⁸ Ho-
ρευθέντες μαθητεύσατε (9'5) πάντα τὰ ἔθνη, ,ϐα-
πτίζοντες αὐτοὺς είς τό ὄνομα τοῦ Πατρός, καί τοῦ
Υἱοῦ, καί τοῦ ἁγίου Πνεύματος. Δῆλον ὅτι τὴν ἐντ-
τολὴν ἐδεξάμεθα , οὐ μόνον είς τὸ βαπτίζειν οὕτως,
ἀλλὰ καὶ είς τὸ μαθητεύειν οὕτως. Ὠς διὰ ταύτης
τῆς ἐντολῆς, καὶ τὴν Σαϐελλίου νόσον ἀποκλεισθῇ-
ναι, τῶν τριῶν ὑποστάσεων καθαρῶς ἡμῖν παραδοθει-
σῶν ο καὶ τῶν Ἀνομοίων (94) καὶ τῶν ’Δρειανῶν καὶ
τῶν Πνευματομάχων ἐμφραγῆναι (95) τὰ στόματα· τῶν
προσώπων καὶτῶν ὑποστάσεων τριῶν δηλουμένων,
τῆς δὲ φύσεως καὶτῆς θεότητος μιᾶς όμολογηθείσης.
Ἀνάγκη τοίνυν οὕτως ἡμᾶς βαπτίζειν, ὡς ἐδιδάχθη-
μεν· καὶ οὕτω πιστεύειν, ὡς ἐϐαπτίσθημεν, καὶ
οὕτω δοξάζειν, ὡς ἐπιστεύσαμεν. Πολλὰ γὰρ τῇ δια-
νοίᾳ περισκοποῦντες , καὶ πανταχοῦ στραφέντες τοῖς
λογισμοῖς, οὐδὲν ἐπινοῆσαι δυνάμεθα μεταξὺ τοῦ
Κτίστου καὶ τῆς κτίσεως· ὥστε εἰ τῆς θεότητος τὸ
Ειιηιεε nunc docete. ·
(94) Ἀνομοίων. Eunomiani ita vulgo dicti sunt
propterfcb ἀνόμοιον, et Ἂνομοιουσιασταί Basilio, ob
άνομοιούσιον, vel, ut loquitur Severus, Anomwousiant.
id est, dissimilem substantiam.
(95) Ἐμφραγῆναι. Al. ἀποφραγῆναι.

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.