PG 40, col. 508

κατὰ τὴν ὄρεξιν καὶ τὸν θυμὸν καὶ τὴν αἰσθητικὴν
καὶ ἀναπνευστικὴν δύναμιν· ταῦτα γὰρ ἄπαντα 34
κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστὶν, εἰ καὶ
μὴ πᾶσι πάντα. Συνάπτεται δὲ διὰ τοῦ λογικοῦ (35)
ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι, λογιζόμενος καὶ
νοῶν καὶ κρίνων ἕκαστα, καὶ τὰς ἀρετὰς μετα-
διώκων, καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα τὴν εὐσέβειαν
ἀσπαζόμενος. Διʼ δ καὶ (36) ὥστερ ἐν μεθορίοις ἐστὶ
νοητῆς καὶ αἰσθητῆς (37) οὐσίας, συναπτόμενος κα-
τὰ μὲν τὸ σῶμα (38) καὶ τὰς σωματικὰς δυνάμεις
τοῖς ἀλόγοις ζώοις τε καὶ τοῖς ἀψύχοις(9), κατὰ δὲ
τὸ λογικὸν ταῖς ἀσωμάτοις οὐσίαις, ὡς εἴρηται πρό-
τερον. Ὁ γὰρ Δημιουργὸς ἐκ τοῦ κατʼ ὀλίγον (40)
ἔοικεν ἐπισυνάπτειν ἀλλήλαις τὰς διαφόρους φύσεις,
ὥστε μίαν εἶναι καὶ συγγενῆ τὴν πᾶσαν κτίσιν.
Ἐξ οὖ μάλιστα δείκνυται εἶς ὦν ὁ πάντωντῶν ὅν-
των Δημιουργός. Οὐ γὰρ μόνον ἦνωσε τὴν ὕπαρξιν
τῶν κατὰ μέρος ἀτόμων, ἀλλὰ καὶ ἕκαστα πρὸς ἄλ-
ληλα συνήρμοσεν οἰκείως. Ὡσπερ γὰρ ἐν ἑκάστῳ
τῶν ζώων ἤνωσε τὰ ἀναίσθητα τοῖς αἰσθητικοῖς (41),
ὀστοῦν καὶ πιμελὴν καὶ τρίχας καὶ τὰ ἄλλα τὰ ἀναί-
σθητα (42) τοῖς αἰσθητικοῖς νεύροις [καὶ σαρξὶ καὶ
τοῖς ὀμοίοις (4ῦl], καὶ ἐποίησεν ἐξ ἀναισθήτων καὶ
αἰσθητικῶν συγκείμενον τὸ ζῶον (44), καὶ οὐ μόνον
συγκείμενον, ἀλλὰ καὶ ἕν ὅν ἀπέδειξεν· εὕτω καὶ ἐπὶ
τῆς ἄλλης κατʼ εἶδος κτίσεως πεποίηκε, αυνάπτων
ἀλλήλοις (45) τῇ κατʼ ὀλίγον οἰκειότητι καὶ παραλ-
λαγῇ τῆς φύσεως, ὡς μὴ κατὰ πολὺ διεστάναι τὰ
πάντη ἄψυχα τῶν 12 ἐχόντων φυτῶν τὴν θρεπτικὴν
δύναμιν, μηδʼ αὖ ταῦτα τῶν ἀλόγων καὶ αἰσθητικῶν
ζώων, μήτε μὴν τὰ ἄλογα τῶν λογικῶν ἀπηλλοτριῶ-
σθαι πάντη καὶ ἀσύμβατα (1β) καὶ ἄνευ δεσμοῦ τινος
εἶναι συμφυοῦς καὶ φυσικοῦ. Διαλλάττει μὲν γὰρ καὶ
λίθος (17) λίθου δυνάμει τινὶ, ἀλλʼ ἡ μαγνῆτις λίθος
ἐξεληλυθέναι δοκεῖ τὴν τῶν ἄλλων λίθων (4) φύσιν
τε καὶ δύναμιν, ἐν τῷ προφανῶς ἔλκειν πρὸς ἑαυτὴν
καὶ κατέχειν τὸν σίδηρον, ὥσπερ τροφὴν αὐτὸν ποιή-
σασθαι βουλομένη, καὶ μὴ μόνον (49) ἐφʼ ἐνὸς σιδή-
CT ANIMXbν.
omnium creator Deus, Vll.
(41) Ἀναίσθητα τοῖς αlσθητακοῖς. Ἀν. τοῖς αἰ-
σθητοῖς, A. 5.
(42) αὶ τὰ ᾶλλα τὰ ἀναίσθητα. Omuittit D. 1.
Patlo ante ὀστᾶ, ossa, Cun., Vall. Ὁστοῦν ἔτι
καί, M. 1.
(43) θΚαὶ σαςβὶ κααὶ τος ὀμοίοις. Omiuit D. 1, A.
1, 2, Con., Vat.
(4ά) Συγκείμενον τὸ δὕcν. Τό abest, D. 1.
(15) Συνάπτων ἀλλήλοις. Συνάπτων ἄλληλα, D.
1, A. 1, 2, 3, M. 1. orte seripsera, ἄλληλα ἀλλή-
λοις, au, ἄλλα ἄλλοις. Inter ipsa inmcem, Vall. Moν
διεστάναι, uti supra συνεστάναι. Deinde πάντα, lncn
πάντη, M. 1. Mox malim ἐχόντων φυτῶν ponere
post δύναμιν. Paulo post, τὰ ἄλλα ἄλογα, M. 1.
(46) Ἀσύμβατα. Disjuncta, quasi dicas, discon-
venientia.
(4ῆ ἐὰρ λθδος. ὰρ καὶ λίθος, . 1, A. 2. Val.
Μυx, μαγνῆτις, D. 1, ex correct., antea ἡ.
(48) Ἀλλων λέθων. Λίθων abest, A. 2. Mox, οc-
cule, Con. Εrgο ἀφανῶς, locο προφανῶς.
(49) Καὶ μὴ μόνον. Aut ex superioribus repe-
tenduum ἐν τῳ, aut corrigcudum ποιεῖ λt κατέχει, ut
Con. reddidit. Μoτ, ἄλλου διʼ ἄλλου, Λ. 3.

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.