PG 40, col. 516

ὅντων, σκυθρωπὸς ἡμῶν 6 βίος ἐγίνετο καὶ ἀνέορτος.
Τί γάρ ἀντάξιον τούτων τῶν πανηγύρεων; ⁸τί δὲ οὖ-
τως σεμνὸν καὶ πάγκαλον , ὡς τὸ πόλιν ὃλην ἰδεῖν,
παγγενῆ ὲκφοιτῶσαν τοῦ ἄστεος, ἱερὸν δὲ τόπον κα-
ταλαμϐάνουσαν, εὐσεϐείας ἀληθεστάτης τελεῖν κα-
θαρά μυστήρια ; Εὑσέὸεια ,δὲ ἀληθὴς, τὸ προσκυνεῖν
τε καὶ τιμᾷν τοὺς δι’ ἐκεῖνον πάθη καρτερῶς ἐνεγκόνο
τας, καὶ παρατεταγμένους πρὸς τὸν ἔσχατον τοῦ
θανάτου κίνδυνον· ὧν κορυφαῖοι καὶ προστάται τυγυ
χάνουσιν οἱ σήμερον ἡμᾶς δημαγωγήσαντες· ἄνδρες
ῑιά καλὸν θάνατον, ἀθάνατοι ο διὰ τὸ καταφρονῆσαι
ζωῆς, ζῶντες ἀεί· τοῦ αἳματος τὴν βασιλείαν ἀλλαξά-
μενοι, καὶ τὴν ἐπίϐουλον σάρκα εὐεργέτην τῆς ψυχῆς
ἀποφήναντες. υῦτως προαίρεσις άγαθὴ,ὃταν ἡνιόχου
δίκην ἐφεστῶσα τῷ ἀνθρώπῳ ο ὑποζεύξῃ δὲ αὐτῇ τὰς
ὁρμὰς πάσας καὶ τὰ κινήματα, καὶ⁵ προσεχόντως ὡς
ἡνίας διατείνῃ τοὺς λογισμοὺς, ἀργίαν νύττουσα, καὶ
ὀξύτητα ἄμετρον άναστέλλουσα· οὐχ οἷόν τε ἄτακτονῆ
ἐπικίνδυνον γενέσθαι τοῦ βίου τὸν δρόμον.
Ἕχομεν τοίνυν τοὺς μάρτυρας, οὐ διδασκάλους
μόνον ἀγαθῆς πολιτείας, άλλά καὶ κατηγόρους τῆς
ἁμαρτίας. Πῶς δ’ ἂν γένοιτο μάρτυς κατήγορος,
ἄκουσον.· El ἐκεῖνος ἐνίκησε φλόγα πυρὸς τῇ καρτε-
ρίᾳ, σὺ πῶς πορνείαν οὐ δαμάζεις τῇ σωφροσύνῃι
Είό μάρτυς οὐκ ἐλέησε πλοῦτον ὃν ἡφίει καὶ χρή-
ματα, διὰ τί σὺ ὀλίγου οὐ καταφρονεῖς ἀργυρίου ὑπὲρ
δικαιοσύνης; Ei 6 μάρτυς γένος Θεοῦ οὐ προετίμησεν,
ἀλλ’ ἁπεζεύχθη γυναικὸς, παίδων, φιλτάτων* πῶς
σὺ οὐ κολάζεις τὴν προσπάθειαν , διὰ δὲ πρόσωπα,
τυχὸν σχέσιν πρὸς σὲ οἰκειότητος ἔχοντα, ὑπερπηδᾷς
τὸ δίκαιον, καὶτοῦ Θεοῦ τὸν φόϐον παραλογίζῃ; El
6 μάρτυς τὸ σῶμα διά Θεὸν ἐξεδόσατο, πῶς αὐτὸς
ἑνὸς οὐ καταφρονεῖς κειτωνίσκου είς σκέπην γυμνοῦ;
Ταῦτα ἀλλήλοις ἁντεξεταζόμενα τὴν ἡμετέραν δυσ-
τροπίαν ἐλέγχει. ’Ἡ τοίνυν ὼς διδασκάλους τοὺς
ἁγίους αἰδεσθῶμεν, ἢ ὡς κατηγόρους φοϐηθῶμεν ·
δείξωμεν δὲ τὸν ἑαυτῶν βίον τοῖς τιμωμένοις ἀκό-
λουθον · πεισθῶμεν δὲ καὶ ἡμεῖς οὕτως Θεῷ, ὡς οἱ
ἆγιοι ταῖς ἐντολαῖς ὲπειθάρχησαν, καὶ τὰς ἐπαγγελίας
βεϐαίως ἤλπισαν.
’Δγαθὴ γὰρ σφόδρα διδασκαλος ανδρείας καὶ καρο
τερίας ἡ τῶν ἀγαθῶν τῶν νοητῶν ἐλπίς · ἥτις ,ὡς
ἐνέχυρον ἀξιόπιστον καὶ ἀρραϐὼν ἀσφαλὴς ἐγκειμένη
τοῖς λογισμοῖς, πάντα κελεύεται κίνδυνον ὁρᾷν ἀκα-
ταπλήκτως, καὶ φέρειν ὲν τῇ πείρᾳ γενναίως · καὶ
τοῦτο ἀκολούθως συμϐαίνει. Φύσει γάρ πως ἐλάχο-
μεν άνθρωποι μαλακίζεσθαι ἂν καὶ χαυνοῦσθαι

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.