PG 41, col. 680

πλείστων τῶν τῆς ζωῆς ἑαυτῶν ἐπιμελουμένων.
Πρὸς τοῦτον τὸν γέροντα καταχθεὶς ὁ προειρημένος
Εὖτακτος, εῐγε Εὔτακτος, ἀπὸ τῆς Αἰγύπτου διερχόο
μενος, καὶ μεταλαϐὼν τῆς τοῦ γέροντος κακοδιδασκα-
λίας, ὼς μεγάλην ἐμπορίαν τὸ δηλητήριον τοῦτο λα-
ϐὼν, εἰς τὴν ὲαυτοῦ·πατρίδα ἀπεκόμισεν. Ἦν γὰρ ἀπὸ
τῆς μικρᾶς Ἀρμενίας, ὡς ἑφην, ὁρμώμενος, τῶν 2a-
τάλης πλησίον τόπων. Ἐπανελθὼν είς τὴν ἑαυτοῦ
πατρίδα, πολλοὺς ἑχρανε τῆς αὐτῆς μικρᾶς Ἀρμε-
νίας, προσφθαρείς τισι πλουσίοις, συγκλητικῇ τέ τινι
καὶ ἄλλοις περιϐλέπτοις, δι’ ὧν διαφανῶν ἀνδρῶν
πολλοὺς ἐκεῖσε ἀπώλεσε. Τάχιον δὲ αὑτὸν ὁ Κύριος
τοῦ βίου ἐξήλειψε, πλὴν ὅτι ἔσπειρε τὸ ἑαυτοῦ ζιζά-
νιον.
B'. Καὶ οὗτοι δὲ ὅμως βίϐλους ἑαυτοῖς ἑπλαστοο
γράφησάν τινας ἀποκρύφους, ὧν τὰ ὀνόματά ἐστι
ταῦτα. Τὸ μὲν γὰρ Συμφωνίιιν, μικρὸν δῆθεν βιϐλίον
καλοῦσι, τὸ δὲ μέγα Συμφωνίαν. Ἀλλά καὶ ἄλλα τινὰ
βιϐλία ἑαυτοῖς ἑπισωρεύουσιν, οἷς ἑὰν συντύχωσιν,
ἵνα δόξωσι τὴν ἑαυτῶν πλάνην διὰ πολλῶν βεϐαιοῦν ¹
ἑπισυνεισφέρεσθαι. Ἤδη δὲ καὶ τοῖς ’Λλλοτενέσι
καλουμένοις κέχρηνται’ βίϐλοι γάρ εἰσιν οὕτω κα-
λούμεναι. Λαμϐἀνουσι δὲ λαϐάς ἀπὸ τοῦ Ἀναϐατικοῦ
Ἦσαῖου ο ἑτι δὲ καὶ ἄλλων τινῶν ἀποκρύφων · τὸ δὲ
πᾶν ἑκ τοῦ Συμεοωνία καλουμένου βιϐλίων ἐν ᾧ
ὀγδοάδα τινά λέγουσιν εἶναι οὐρανὸν, καὶ ἑϐδομάδα.
Είδέναι δὲ καθ’ ἕκαστον (55) οὐρανὸν ἄρχοντας · καὶ
τοὺς μὲν εἶναι τοὺς ἑπτὰ οὐρανοὺς, καθ’ ἕνα οὐρανὸν
ἕνα ἄρχονταο τάξεις δὲ εἶναι ἑκάστῳ ἄρχοντι.Δ Καὶ
τὴν Μητέρα τὴν φωτεινὴν ἀνωτάτω ἑν¹ τῷ ὀγδόῳ
εἶναι, καθάπερ αἱ ἄλλαι αἱρέσεις. Καὶ »τινὲς μὲν
αὐτῶν κατά τὰ σώματα κεχραμμένων² ἀσελγείᾳ
τυγχάνουσιν ἄλλοι δὲ δῆθεν προσποιητὴν νηστείαν
ὑποκρίνονται¹ ἀπατῶσι δὲ τοὺς άφελεστέρους ἀν-
θρώπους προσχήματι μοναςόντων, ἀποταξίαν τινὰ
σεμνυνόμενοι. Φασὶ δὲ εἶναι καθ’ ἕκαστον οὐρανὸν,
ὡς προεῖπον, ἀρχὴν καὶ ἐξουσίαν, καὶ ἀγγελικάς
τινας ὑπηρεσίας, ἑκάστου ἄρχοντος ἑαυτῷ γεγεννη-
,κότος καὶ πεποιηκότος ὑπηρεσίαν. Μὴ εἶναι δὲ σαρ-
κὸς ἀνάστασιν, ἀλλὰ μόνον ψυχῆς. ’Δναθεματίζουσί
τε τὸ λουτρὸν, κάν τε εἶέν τινες ἑν αὐτοῖς προειλημο
μένοι καὶ βεϐαπτισμένοι. Τήν τε τῶν μυστηρίων
μετοχὴν καὶ ἀγαθότητα ἀθετοῦσιν, ὼς ἀλλοτρίαν
οὖσαν, καὶ εἰς ὄνομα Σαϐαὼθ γεγενημένην· τοῦτον
γὰρ θέλουσιν εἶναι κατά τινας τῶν ἄλλων αἱρέσεων
ὲν τῷ ἑϐδόμῳ οὐρανῷ τυραννοῦντα , καὶ κατὰ τῶν
ἄλλων κατισχύοντα. Βρῶμα δὲ λέγουσιν εἶναι ἀρχῶν
καὶ ἐξουσιῶν τὴν ψυχήν. Ἀνευ δὲ αὐτοῦ μὴ δύνασθαι
αὐτοὺς ζῇν, διὰ τὸ ἀπὸ τῆς ἄνωθεν ἰκμάδος αὐτὴν
εἶναι, καὶ δύναμιν αὐτοῖς παρέχειν. Ἐν γνώσει δὲ
ταύτην γενομένην, καὶ φυγοῦσαν τὸ ϐάπτισμα τῆς χ

OCR text from a scan; reading errors may remain.

Cited in the encyclopedia

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.