PG 41, col. 681

ὅλων, ὅθεν δὴ κατῆλθεν εἰς τόνδε τὸν κόσμον. Ἤδη
δὲ εἷπον, ὡς ἀναθεματίζουσι τὺ βάπτισμα. ὡς μυῖαι
θανατοῦσαι σαπριοῦσαι σκευασίαν ἐλαίου ἡδύ-
σματος-ο ὡς ἐπὶ τούτων καὶ τῶν ὁμοίων αὐτοῖς ἡ
παραϐολὴ τῷ Ἐκκλησιαστῇ είρηται.Μυῖαι γάρ εἰσιν
ἀληθῶς θανατοῦσαι, καὶ θάνατον ἐμποιοῦσαι, καὶ
σαπρίζουσαι τὸ μυρεψικὸν ἔλαιον τοῦ ἡδύσματος, τὰ
am τοῦ Θεοῦ μυστήρια τά ἐν τῷ ,λουτρῷ ἡμῖν είς
ἄφεσιν ἁμαρτιῶν κεχαρισμένα.
Γ’. Θαυμάσειε δ’ ἄν τις εύρὼν καὶ παρά τοῖς φυλ-
σιολόγοις τινὰ ὠφελείας ἔμπλεα, ἀπεικασθεὶς τῇ τῆς
μελίττης συνέσει, τῆς ἐρ’ ἅπαντα μὲν τά βλαστή-
ματα ἐφιζανούσης, τά χρήσιμα δὲ ἐαυτῇ ἐπισυν-
αγούσης. '0 γὰρ συνετὸς ἄνθρωπος οὐδαμόθεν ζη-
μιοῦται , ἀλλ’ ἢ πανταχόθεν κερδαίνει ' ἀσύνετος δὲ
ζημιωθήσεται, ὡς καὶ ὁ ἅγιος προφήτης λέγει’ Τίς
συνετὸς, καί συνήσει muta; καὶ ό λόγος Κυρίου
ἐστὶ, καὶ γνώσεται αὐτὰ, ὅτι εὐθεῖαι αἱ ὁδοὶ
Κυρίου · ἀσεϐεῖς δὲ ἀσθενήσουσιν ἐν αὐταῖς;
Εὖρομεν γὰρ καὶ παρὰ τοῖς καλουμένοις φυσιολό-
γοις, μᾶλλον δὲ ἡμεῖς αὐτοὶ ὁρῶμεν , ὡς τὸ τῶν
κανθάρων γένος (56) τὸ παρά τισι βυλάρον καλούμε-
νον , συνήθειαν ἔχει ἐν τῇ δυσωδίᾳ καὶ κόπρῳ ἀνα-
κυλίεσθαι , καὶ⁹ αὕτη αὐτοῖς τροφή τε καὶ ἐργασία ⁸
ἄλλοις δὲ τὴν αὐτὴν τούτου βορϐορὼδη τροφὴν, είς
μὲν ἐπάχθειαν καὶ δυσοδμίαν. Καὶ μελίσσαις μὲν C
αύτηή κόπρος καὶ δυσωδία θάνατος, βυλάροις δέ
ἐστιν ἐργασία καὶ τροφὴ καὶ πραγματεία. Ταῖς δὲ
μελίσσαις τούναντίον ἠ εύοδμία καὶ τὰ ἄνθη , καὶ τὰ
μύρα είς ἀναψυχὴν , κτίσιν τε καὶ ἐδωδὴν , εἰς ἐρ-
γασίαν τεκαὶ πραγματείαν· τοῖς δὲ κανθάροις τοῖς
προειρημένοις , εἴτ’ οὖν βυλάροις , ἐναντία τά τοιαῦ-
τα. '0 γὰρ βουλόμενος τούτους δοκιμάσαι, ὥς φασιν
οἱ φυσιολόγοι, ἀπὸ μύρου , φημὶ δὲ ὀποϐαλσάμου , ἢ
νάρδου λαὸὼν, καὶ προσενέγκας τοῖς κανθάροις , θά-
νατον αὐτοῖς ἐμποιεῖ. Εὐθὺς γὰρ τελευτῶσι, μὴ-φέ-
ροντες τὴν εὐωδίαν. Οὕτω καὶ οὗτοι, τῆς μὲν γαλή-
νης ¹, καὶ πορνείας , καὶ κακίας ὀρεγόμενοι , είς τὰ
πονηρὰ ἔχουσι τὴν ἑαυτῶν ἐλπίδα ο πλησιάσαντες δέ
τῷ ἁγίῳ λουτρῷ καὶ τῇ εύοδμίᾳ, ἀποθνήσκουσιν , εἰς
τὸν Θεὸν βλασφημοῦντες , καὶ τὴν αύτῶν κυριότητα
ἀθετοῦντες. .
Δ’. Ἐκ μιᾶς δὲ ἢ δύο μαρτυριῶν αὐτοὺς ἀνατρέ-
ψομεν. Εἰ γὰρ καὶ ἀρχαὶ καὶ ἐξουσίαι καλούμεναι,
οὐκ ἐκτὸς Θεοῦ αὗται γεγόνασι , μάλιστα ἐν τοῖς ού-
ρανοῖς. Οἶδε γὰρ ἡ Γραφὴ λέγειν ἀγγέλους καὶ ἀρχ-
αγγέλους , οὐκ είς ἐναντιότητα τεταγμένους , ἀλλὰ
λειτουργικὰ πνεύματα είς διακονίαν ἀποστελλόμενα
διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Καὶ γὰρ
ἐπὶ τῆς γῆς καθ’ ἑκάστην βασιλείαν πολλαὶ ἀρχαὶ,
² Suspecta mibi vox est ratio?)qu ² Eccle. χ, l.
(δύ) Ὠς τὸ τῶν κανθάρων γένος. Non displicel
illud non expedio.
Parnm. Gn. XLI.-

OCR text from a scan; reading errors may remain.

Save for later

Enter your email and we will send you a sign-in link. No password. What you save (articles, verses, chapters, documents) follows you to any device.